no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Lease of half of a soldier's fallow allotment at Tholthis. A one-year lease of 22 arouras of fallow land from the military allotment of Eupolis, an Athenian soldier, to Alexander son of Krates, a Cyrenaean, and Horos, a temple slave, for a fixed rent of 146 artabas of wheat. Drawn up at Tholthis in the Oxyrhynchite nome in year 8 of Ptolemy IV (215-214 BC), it sets out rent, seed, penalties and guarantees. machine translation
Linked by Trismegistos ID
TM 2666.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης
θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνρδου
καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανήφορου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης
τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ.
ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου
τοῦ ἐν τῶι ἐνάτωι ἔτει, ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος, Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάνδρωι Κράτητος
Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Ὀξυρυγχίτηι ἱεροδούλωι τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι
αἵ εἰσιν ἄρουραι εἴκοσι δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρταβῶν ἑκατὸν τεσσαράκοντα ἕξ . ἐὰν δέ τινα γῆν πλέω εὕρῃ Εὔπολις
τῶν εἴκοσι καὶ δύο ἀρουρῶν τοῦ αὐτοῦ μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον
σὺν σπέρματι ἑκάστηςἀρούρας πυρῶν ἀρτάβας ὀκτώ . δότω δʼ αὐτοῖς
Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς
χρείας. τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλεξάνδρος καὶ
Ὧρος Ευπόλει ἐν μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χόϊ τῶι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν
Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς
δέκα. ἡ δὲ καλάμη ἔστω Εὐπόλεως, τὸ δὲ ἄχυρον ἁλοήσας Εὔπολις ἐχέτω, καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὧρου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν, ἓως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν. ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι
ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα
γένηται. ἡ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται.
μάρτυρες.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.