no image
DDbDP-text
Empfangsbescheinigung eines Centurio über Lieferung von Gerste für Truppen via HGV-meta
Linked by Trismegistos ID
TM 9561.
Each record below describes this same artifact or text from a different angle.
ττιος ἑκατόνταρχος διαπεμφθεὶςδιαπεμθεὶς ὑπὸ ανοῦ Φαύστου ἐπάρχου σπείρης τρίτηςδευτέρας ἸτουραίωνἸτουρέων σιτολόγοιςσιτολόγι κώμης Περσεῶν γενήματος ἑνδεκάτου ἔτους διὰ Σαραπίωνος τοῦ καὶ Κοπρῆ χαίρειν. παρέλαβον καὶ μεμέτρημαιμεμέτρημε παρʼ ὑμῶν τὰς ἐπισ ταλείσας μοὶ ὑπὸ Κανώπου τοῦ καὶ Ἀσκληπιάδου τοῦ τῆς Ἡρακλείδου μερίδος βασιλικοῦ γραμματέως διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαντὸν στρατηγὸν εἰς τροφὰς κτηνῶν τῆς σπείρης, ἔτι δὲ καὶ ἱππέων ἀπὸ τῶν ἐν Θηβαίδι ἀριθμῶν ἐν τοῖς ἄλλοις ἀναφερομένων, ἀπὸ τῶν διὰ τῆς ἐπιστολῆς τοῦ λαμπροτάτου ἡγεμόνοςλαμπρωτάτου ἡγεμώνοςλαμπροτάτου ἡγεμόνος Κλαυδίου Ἰουλιανοῦ κριθῆς καθαρᾶς ἀδόλου ἀβώλουἀβόλου κεκοσκινευμένης ἀρτάβας τριάκοντα δύο ἥμισυ τρίτον δωδέκατον, γίνονται κριθῆς ἀρτάβαι λβ 𐅵 γ ιβ ἐξ ὧν ὑπελογήθησαν ὑπὲρ ἑκατοστῆς α ἡμίσουςρη διαφόρου μέτρου καινοῦ παρὰ τὸ παλαιὸνπρότερον κριθῆς ἀρτάβαι γ η μη, λοιπαὶ κριθῆς ἀρτάβαι λβ γ ιβ μη αρ μεμέτρημαιμεμέτρημε ὡς πρόκειται. ἔτους ιγ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Ἁθὺρ ιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.