Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.12.2173

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Κῦρος ἐντολεὺς Εὐχαριστίας τῆς κοσμιωτάτης Θεοδώρῳ ἀπὸ Ἑρμουπόλεως. αἰτίασιν ἀποθεμένη ἡ ἐμὲ προβαλομένη κοσμιωτάτη Εὐχαριστία ἐν τῷ προσφόρῳ πολιτικῷ δικαστηρίῳ κατὰ φανερῶν ὑπευθύνων καὶ σοῦ μνήμην ἐποιήσατο ὡς ἐνεχομένου αὐτῇ ἐπὶ διαφόροις κεφαλαίοις· ὥστε τοίνυν μὴ ἀγνοεῖν σε τὴν αἰτίαν τῆς κατὰ σοῦ μέμψεως, ἴσθι ὡς ἐνάγει σοι κατὰ βίαν ἐπελθόντι καὶ κατεσχηκότι οἰκίαν διακειμένην ἐπὶ τῆς Ἑρμουπολιτῶν ἐν ᾗ τὰ νῦν παρὰ τοὺς νόμους καὶ βιαίως οἰκεῖς, ἐν ᾗ ἀπέκειτο διάφορα κινητὰ πράγματα, καὶ ταῦτα ἀπεκότι καὶ Βασιλείδην καὶ Βίκτορα ἀδελφὸν καὶ Ἀθανάσιον καὶ Λεόντιον καὶ Μηνᾶν καὶ Φοιβάμμωνα καὶ Μηνᾶν ἕτερον τοὺς παῖδας· ἐπιζητεῖ τοίνυν πρός σε τὸ ἐπιβάλλον αὐτῇ ἐκ τῆς αὐτῆς οἰκίας καὶ τῶν σκεύων καὶ αν τέταρτον μέρος κεχρεωστημένων αὐτῇ ἐκ προσώπου Θεονίλλας τῆς μακαριωτάτης μάμμης γεγονυίας αὐτῆς κατὰ πατέρα, καὶ ἡ μὲν αἰτία αὕτη· ὁρίζομαι δὲ ἀγωγὴν ἐπὶ τούτοις· rc familie ercescunde δικαστήριον· ἔτι ἐνάγει σοι τουσα σὲ εἰς ρεσιν ἐλθεῖν κτήματος λεγομένου Λεβουσὼ διακειμένου ἐν πεδιάδι κώμης Ἐνσεῦ κεχρεωστημένου κατὰ τὸ ἥμισυ μέρος ἐπιβάλλει αὐτῇ οὕτως· ἐκ μὲν πατρῴας αὐτῆς διαδοχῆς μέρος ἕκτον, ἐκ δὲ προσώπου τοῦ μακαριωτάτου Σαραποδώρου ἀδελφοῦ αὐτῆς γεγονότος τὸ ὑπόλοιπον μέρος τρίτον, καὶ ὁρίζεται ἐπὶ τούτῳ ἀγωγὴν Comoti dibitonti, κωλυόμενος ἑτέραις χρήσασθαι ἀγωγαῖς καὶ ἕτερόν σοι διαπέμψασθαι βιβλίον εἰ χρεία γένοιτο· ἐφύλαξεν δὲ ἑαυτῇ κατὰ σοῦ ἡ ἐμὲ προβαλομένη ἐκ τῆς αὐτῆς ἐντεύξεως ἕτερα κεφάλαια ἀκέραια χρηματικά τε καὶ ἐγκληματικὰ καὶ ἑτέρας ἀγωγὰς καὶ πάντως ἁρμόττοντα αὐτῇ κατηγορικὸν λόγον καὶ ἐκ τῶν προειρημένων προφάσεων. vestiges μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ β Φαρμοῦθι ϛ ἰνδικτίονος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.