Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.14.2390

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως Ἀντικλέους τοῦ ἐφʼ ἱερέως επεικνειου τοῦ Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾶιξ τῶν Νεοπτολέμου ἰδιώτης α Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τὸ ὑπογεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ ἥμισυ ἐκ τοῦ αἱρουμένου τοῦ κλήρου ἡ μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τριῶν ἡμίσους ἀκίνδυνον παντὸς κινδύνου κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον ἑκάστης νι τὰ ἀνα ηνια· ἔχει δὲ Διζάολος παρὰ Πολυηράτου πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · εκ Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους μηνὸς τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾷξ τῶν Νεο πτολέμου ἰδιώτης χ Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τὸ ὑπο γεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ ἥμισυ ἐγ τοῦ αἱρουμένου τοῦ κλήρου ἡ μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τριῶν ἡμισους ἀκίνδυνον παντὸς κινδύνου σαι· κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον σπέρματα ἑαυτῶι παρέχων· ἐὰν δὲ μὴ κατασπείρῃ καθὰ γέγραπται ἀποτεισάτω τὸ ἐκ φόριον ἔχει δὲ Διζάολος πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · ἐξέστω vestiges ἐὰν Πολυηράτωι τοὺς αγοτσδιουτοσιοελ ἐκφόρια μέρους ολ καὶ ἐάν τι ἄλλο εἰσπραχθῆι εἰς τὸ βασιλικὸν ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Διζαόλου ἢ εενηιτο καὶ ταῦτα ὑπολογείτω εἰς τὰ ἐκφόρια καὶ προσδεχέσθω αὐτῶι Διζάολος εἰς ἀνάγκας· βεβαιούτω δὲ Διζάολος Πολυηράτωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν τριῶν μερῶν τοῦ κλήρου τὸ καθʼ ἥμισυ καὶ τοὺς καρποὺς καθαρὰ ἀπὸ πάντων ἕως ἂν ἐκκαρπίσηται κατὰ τὴν μίσθωσιν· ἐὰν δὲ μὴ βεβαιοῖ καθὰ γέγραπται ἢ κωλύῃ τις Πολυηράτωι σπείρειν ἢ ἀναφέρεσθαι ἀποτεισάτωι Διζάολος Πολυηράτωι ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα πέντε καὶ τὰς προγε γραμμένας τεσσαράκοντα πέντε ἀρτάβας τῶν πυρῶν καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω· καὶ ἐξέστω Πολυηράτωι καὶ τοῖς παρʼ αὐτοῦ. ἀντεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τῆς γῆς· ἔστω δʼ ὁ καρπούμενοςκαρπώμενος ἀνυπόλογος παντὸς ἐπιτίμου· βεβαιω θείσης δʼ αὐτῶι τῆς μισθώσεως ἀποδότω Πολυήρατος Διζαόλωι τὰ περιπεφανούμενα αε ἐκφόρια ἐν μηνὶ Παῦνι τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους· ἢ ὅταν ἡ ἄφεσις τῶν πυρικῶν γενημάτων γένηται· σῖτον τὸν γενόμενον ἐν τῶι κλήρωι καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων μέτρωι χοὶ τῶι δικαίωι σκυτάληι καὶ μετρήσει δικαίαι καὶ ἀποκαταστησάτω αὐτῶι· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γε γραπται ἀποτεισάτω Πολυήρατος Διζαόλωι οὗ ἂν αὐτῶι προσοφειλήσῃ σίτου τιμὴν ἑκάστης ἀρτάβης τῶν πυρῶν δραχμὰς τετρακοσίας καὶ ὅσωι ἂν πλείονος τούτου πώληται ἐν τῆι ἐν Ἡρακλέους πόλει ἀγορᾶι· αἱ δὲ νομαὶ πᾶσαι καὶ τὰ ἄχυρα ἔστωσαν Πολυηράτωι· διελθόντος δὲ τοῦ κατὰ τὴν συγγραφὴν χρόνου ἐάν τι ὀφείλῃ Διζάολος Πολυηράτωι ἀποδῷ τὰ πρῶτα πυροῦ· ἐὰν δὲ μὴ ἀποδῶι ἐπιγεωργείτω τὴν γῆν τῶν αὐτῶν ἐκφορίων κατὰ τὰ προγεγραμμένα καὶ ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται· ἔγγυος Διζαόλου τοῦ προγε γραμμένου προδόματος τῶν τεσσαράκοντα πέντε ἀρταβῶν τῶν πυρῶν εἰς ἔκτεισιν αὐτὸς αὐτοῦ Ἀμάτοκος Θρᾶιξ διάδοχος τοῦ πατρι κοῦ σρδατις· ἡ πρᾶξις κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· κύριος δʼ ἔστω καὶ ἄλλος πράσσων ὑπὲρ Διζαόλου κατὰ ταῦτα· μάρτυρες Σαδάλας Ἀριστόλοχος Μσαρτος Δημήτριος Πτολεμαῖος οἱ πέντε Θράικες τῶν Νεοπτολέμου ἰδιῶται, Πτολεμαῖος Ἀριστοδήμου Θρᾷξ τῶν Νουμηνίου πεζῶν· συγγραφοφύλαξ Πτολεμαῖος Ἀριστοδήμου Διζάολος μεμίσθωκα τὸ προγεγραμμένον μέρος τοῦ Σαραπίου κλήρου ἐκφορίουἐχφορίου τὴν ἄρουραν πυρῶν ἀρταβῶν τριῶν ἡμίσους τεσσαράκοντα πέντε ἀρτάβας τῶν πυρῶν καὶ τέθειμαιτέθιμαι τὴν συνγραφὴν κυρίαν παρὰ συνγραφοφύλακι·

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.