no image
DDbDP-text
Letter via HGV-meta
Letter from Mnaseas to the dioiketes Athenodoros about Thermouthas. A private letter from Mnaseas to Athenodoros, a dioiketes whom he calls brother, from the Herakleopolite nome. Mnaseas complains that Hermas brought nothing of the 680 drachmas he claimed to have received, and asks Athenodoros to send provisions to Thermouthas for the Demetria festival and wool or fleeces for her for the winter. machine translation
Linked by Trismegistos ID
TM 23346.
Each record below describes this same artifact or text from a different angle.
[r]
Μνασέας Ἀθηνοδώρωρι τῶι ἀδελφῶι
καὶ διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς
ἐρρωμένωι ἄριστα ἐπανάγειν ὡς εὔχομαι·
ἐξενίσθην μεγάλως ἐπὶ τῶι Ἑρμᾶν παραγενόμενον μηδὲν ἐνηνοχέναι ὧν ἔγραψεν
ἐσχηκέναι παρά σου· ἔγραψέν μοι γὰρ ὅτι ανομ…οσ…[…]ων… ἔσχηκεν ἀργυρίου
δραχμὰς τετρακοσίας
ὀγδοήκοντα καὶ ἀντὶ τῶν γεγονυιῶν
…ων δραχμὰς διακοσίας
γίνονται δραχμαὶ χπ· λοιπὸν οὖν
διοικητά, τῆς Θερμουθᾶτος φροντίσας
ταχύτερον
αὐτῇ πέμψον ἵνα μὴ ἐν Δημητρίοις ἀνίερος γένηται· καὶ σὺ γὰρ γνοίης ὄτι οὐδέ πω
οὐκέτι ἰσχύω· μὴ οὖν διὰ τοὺς περισπασμοὺς
ἀμελήσῃς ἀλλʼ ὡς πάντοτʼ ἐποίεις
καὶ νῦν
αὐτῆς φρόντισον ἐκ καιροῦ ἵνα διπλῆ
ἡ χάρις γένηται· ἡμεῖς μὲν γάρ ἐσμεν ἀμνήμονες· Ἑρμᾶς οὐ μὴ ἀμελήσῃ ἀλλὰ σχεθῇ σε
[…] νῦν δὲ ἠμᾶς εἰς ἐλπίδας διὰ τῆς
ἐπιστολῆς ἐμβαλών μεμυκτήρικεν· καὶ τὰ
ἐρίδια· εὖ καλῶς ποιήσας β ταχύτερον πέμψον
ἵνʼ ἔχῃ εἰς τὸν χειμῶνα· ἀλλὰ ἐὰν οὐ μή ἐρίδια ἔχῃς,
καὶ ἃ πόκια ἔχῃς παρακληθεὶς πέμψον· παρὰ
πάντα δὲ σεαυτοῦ ἐπιμέλου ἵνʼ
ὑγιαίνῃς
ἃ δὴ πρῶτον ἡμῖν τῶν ἐις εὐχήν ἐστιν·
ἔρρωσο ἔτους[…]
[v]
παρὰ Μνασέου ἈθηνοδώρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.