Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.17.2684
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦφλαουϊου ϊουστινιανου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους εἰκοστοῦ ἐνάτου μετὰ τὴν ὑπατείαν Φλαουίου ϋπατειαν φλαουϊου Βασιλείου τοῦ πανευφήμου ἔτους τεσσαρεσκαι δεκάτου Θὼθ εἰκάδιεἰκὰς δευτέρᾳ τετάρτης ἰνδικτιῶνος. Αὐρηλίᾳ Ἀφθονίᾳ Βίκτορος τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Παύλου Θαρσέωνος ἑξῆς ὑπογράφοντος βοηθοῦ τοῦ πραγματευτοῦ διαπραγματευομένου ἐπὶ τῆςδιὰ πραγματετοῦ υἱοῦ ς ἐνορίας ταύτης τῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφʼ ὃν ἂν βουληθείη χρόνον λογιζόμενον ἀπὸ τῆς νεομηνίας καὶ αὐτῆς τοῦ εἰσιόντος μηνὸς Φαῶφι τῆς παρούσης τετάρτης ἰνδικτιῶνοςἰνδικτιο͂νος τὸ ὑπάρχον σοι τέταρτον μέρος ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως διστέγου σὺν καταγαίῳ καὶ ι καὶ χρηστηρίοις πᾶσι καὶ δικαίοις σης καὶ ἀδιαιρέτου κατὰ κοινωνίανκοινωνείαν τῆς σῆς ἀδελφῆς Εὐγενείας ὑπὲρ ἄλλου τετάρτου μέρους τῶν κατὰ μητέρα υἱῶν Ταυρίνου καὶ Εὐδοκίας λοιπὸν ἥμισυ μέρος εἰς συμπλήρωσιν τῆς αὐτῆς οἰκίας ὁλοκλήρου διακειμένης ἐπὶ αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν, ἐνοικίουἐνοικείου τοῦ αὐτοῦ σου τετάρτου μέρους τῆς αὐτῆς οἰκίας κατʼ ἔτος χρυσοῦ κερατίων ἐννέα ὅπερ ἐνοίκιονὅνπερ ἐνοίκειον ἀποδώσω αὐτῇ εὐγενείᾳ ποιεῖν κατʼ ἔτος ἀνυπερθέτως. καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τὸ τέταρτον μέρος ὁλοκλήρου οἰκίας μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου σὺν ταῖς ἐπικειμέναις θύραις καὶ κλεισὶ μικραῖς τρισὶ καὶ μιᾷ μεγάλῃενι μεγαλω καὶ μεγάλῳ πυργίσκῳ παλαιῷ καθὼς καὶ παρείληφα ἐν οὐδενὶ καταβλάψας ἐκ τῆς οἰκήσεως πλὴν ταύτης τῆς χρήσεως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησαCross-references (3)
- TM-Text 69755 primary
- DDbDP-Text bgu;17;2684 tier-1
- HGV-Text 69755 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.