no image
DDbDP-text
[… ? lines lost …]
[…]… ἀρουρῶν
[…] ὀγδόον […] φόρου ἀποτάκτου τοῦ πρ…
…[…]ντος μου το[…]…ε…[…]ων ἀρουρῶν
…[…]υ ἀρτάβας …[…] ἐν σιτοκρίθῳ καὶ ἀρτάβην μίαν ἐν
…[…]… σίτῳ νέῳ κόκκῳ μέτρῳ […]… Ἀθηναίῳ καιρῷ τῷ δέοντι …
συγκομ[…]…[…]…ις ἐφ’ ἁλώνων μου ἄνευ διαφόρου …[…]ρου καὶ ἄλλης συνηθείας
τ…ν δ…[…]… καὶ χόρτου εἰς δύο κοπὰς ἄρουραν μίαν παρὰ ἄμματα
ἕξ, τοῦ ταύτης ὁλοκλήρου φόρου κουφιζομένου μοι ὑπό σου· δώσω δὲ
τῶν ἄλλων ἀρουρῶν ἀχύρου ἀγώγιον ἓν καὶ τυροὺς εἰκοσιπέντε καὶ
λεψάνης κνίδια ἓξ καὶ δέλφακα ἢ ἀντὶ τούτου σίτου ἀρτάβας δύο· τοῦ καρποῦ
τοῦ μέρους σου ἐκ τῶν φοινίκων καὶ τῆς κατανομῆς τῶν ἀρουρῶν
ὑποστελλομένου σοι τῇ γεούχῳ καὶ ἐμοὶ τῷ γεωργῷ κατὰ τὸ
ἥμισυ […] καὶ μετὰ τὸν προκείμενον ἐνιαυτὸν παραδώσω σοι
τὰς ἄλλας ἀρούρας ὡς παρείληφα καὶ τὴν μίαν ἄρουραν ἐν ἀμπέλῳ
πεφιλοκαλημένην, τῶν δημοσίων ἀλλότριος ὤν· εἰ δὲ ἀμελήσαιμι τῆς
φιλοκαλείας καὶ ἀρδείας ταύτης τῆς μιᾶς ἀρούρας ἀμπέλου, παρέξω σοι ὑπὲρ
ζημίας χρυσοῦ νομισμάτια δύο ὡς συνεθέμην πρός σε· ἡ μίσθωσις
κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος … Μακαρίου ὁ προκείμενος
μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀντίνοος Εὐδαίμονος βουλευτὴς
Ἀντινοέων ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος καὶ εἰπόντος γράμματα
μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.