no image
DDbDP-text
keiner via HGV-meta
Lease of a small orchard from the estate of Apion and Strategios. A lease contract dated 11 September 553 at Arsinoe, in which Aurelius Aioulios leases a small fruit orchard at a place called Geerog from the estate of the brothers Flavius Apion and Strategios, sons of Theodoros. He agrees to pay an annual rent of one gold solidus less 7 carats, from the crops of the third indiction, for as long as the owners wish. machine translation
Linked by Trismegistos ID
TM 41037.
Each record below describes this same artifact or text from a different angle.
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ
τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ ἑβδόμου
μετὰ τὴν ὑπατείαν Βασιλίου τοῦ λαμπροτάτου Θὼθ ιδ τῆς δευτέρας ἰνδικτίωνος ἐν Ἀρσινόῃ.
Φλαουΐοις Ἀπίωνι στρατηλάτῃ καὶ Στρατηγίῳ ἰλλουστρίῳ τοῖς ἐνδοξοτάτοις υἱοῖς τοῦ
τῆς περιβλέπτου μνήμης Θεοδώρου γεουχοῦσιν ἐπὶ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιος Ἀιούλιος υἱὸς[…] μητρὸς Ταρεὺ μακροειδὴς μικρόφθαλμος ἀπὸ τοῦ ὑμετέρου
ἐποικίου[…] εωσφύλλου πρὸς τοῖς προαστίοις τῆσδε τῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ μεμισθῶσθαι παρὰ τῆς ὑμῶν ἐνδοξότητος ἀπὸ τοῦ δικαίου τῆς
διαφερούσης αὐτῇ οὐσίας ἐν πεδίῳ τοῦ ὑμετέρου ἐποικίου ἐν τόπῳ Γεερωγ πωμάριον
[…]ἐπίκαρπον μικρὸν ἓν ἀρουρῶν ὅσων ἐὰν ὦσιν, ἄρουραι ὅσαι ἐὰν ὦσιν, σὺν
[…]των μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐφʼ ὅσον χρόνον
βουληθείη ἡ ὑμετέρα ἐνδοξότης ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης τρίτης ἰνδικτίωνος
παρέχοντός μου τοῦ μισθωσαμένου Ἀιουλίου ὑπὲρ ἀποτάκτου φόρου αὐτῶν
ἐνιαυσίως χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ, χρυσοῦ νομισμάτιον α παρὰ κεράτια ζ ζυγῷ
[…]ντως, ὅνπερ φόρον καταβαλῶ κατʼ ἔτος τῇ ὑμῶν ἐνδοξότητι
[…] καὶ Ἀμαείῳ συμμάχῳ ὑμετέρῳ ὑπὲρ μισθοῦ αὐτοῦ νομισμάτιον
[…]ἡ μίσθωσις κυρία ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Αἰούλιος[…] … ὁ προκείμενος μεμίσθωμαι τὰ προγεγραμμένα ἀπὸ Μάμων καὶ Κυν[…]φόρον ἐνιαυσίως ὡς πρόκειται. Αὐρήλιος Νεῖλος Παύλου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος
di emu Foibammonos χμγ eprachth
διʼ ἐμοῦ ΦοιβάμμονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.