no image
DDbDP-text
Location de terrain via HGV-meta
Lease of unirrigated land at Aphrodite to Aurelius Apollos son of Abraamios. A six-year lease in which Aurelius Apollos son of Abraamios of Tanyaithis rents unirrigated land called Psalek at Aphrodite from Apollos son of Dioskoros, village headman, for a fixed annual rent in gold and arakos, also settling arrears. Drawn up at Aphrodite on 20 August 530 by the lawyer Victor. machine translation
Linked by Trismegistos ID
TM 18428.
Each record below describes this same artifact or text from a different angle.
[r]
† χμγ
νομισμάτιον α παρὰ κεράτιον α, ἀρτάβαι δ
ὑπατείας Φλαουίων Ὀρέστου καὶ
Λαμπαδίου τῶν ἐνδοξοτάτων
Μεσορὴ ἑβδόμῃ καὶ εἰκάδι τῆς ἐνάτης ἰνδικτίωνος.
Ἀπολλῶτι τῷ εὐδοκιμωτάτῳ πρωτοκωμήτῃ
κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ,
υἱῷ τοῦ τῆς μακαρίας μνήμης Διοσκόρου,
Αὐρήλιος Ἀπολλὼς υἱὸς Ἀβρααμίου, μητρὸς
Θηρακλείας, οἰκῶν ἐν τῇ νοτινῇ πεδιάδι τῆς
κώμης Τανυαίθεως τοῦ Ἀπολλωνοπολίτου
μικροῦ νομοῦ χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος
μεμισθῶσθαι παρὰ τῆς σῆς εὐδοκιμήσεως
πρὸς ἑξαετῆ χρόνον, λογιζόμενον ἀπὸ καρπῶν
τῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ δεκάτης ἰνδικτίωνος
καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, τὰς ὑπαρχούσας
αὐτῇ ἀρούρας, ὅσαι εἰσὶ, διακειμένας ἐπὶ
κλήρου λεγομένου Φήνεως ἐν τῇ πεδιάδι
τῆς αὐτῆς κώμης Ἀφροδίτης, καλουμένας Ψαλεκ,
ἀνύδρου γῆς, εἰς γεωργίαν καὶ εἰς κατάθεσιν
ὧν ἐὰν βούλομαι γενημάτων, ἐπʼ ἀποτάκτῳ
φόρῳ, ἐφʼ ᾧ με ταύτας γεωργῆσαι καὶ
σπερμοβολῆσαι καὶ τὴν πᾶσαν γεωργικὴν
ἐργασίαν ποιήσασθαι ἰδίοις μου ζῴοις
καὶ ἀναλώμασι, και παρασχεῖν τῇ ὑμέτερᾳ
εὐδοκιμήσει, ὑπὲρ ἀποτάκτου φόρου τούτων
ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, καθʼ ἕκαστον
ἐνιαυτὸν ἀπὸ καρπῶν τῆς αὐτῆς δεκάτης ἰνδικτίωνος καὶ
αὐτῆς, ἐπὶ τῶν αὐτῶν ἓξ ἐτῶν, χρυσοῦ νομισμάτιον
ἓν παρὰ κεράτιον ἕν, καὶ ἀράκου καθαροῦ καὶ φορικοῦ
ἀρτάβας τέσσερας, καὶ ὑπὲρ τῆς συμπληρώσεως
τῶν ἐκφορίων τῶν παρελθόντων χρόνων
ἕως τῆς ἐνάτης ἰνδικτίωνος, ἀράκου ἀρτάβας δέκα καὶ
χρυσοῦ κεράτια δύο χρυσοχοϊκῷ, γίνεται ὁμοῦ χρυσοῦ νομισμάτιον α παρὰ κεράτιον α, καὶ κεράτια β
καὶ ἀράκου ἀρτάβαι ιδ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα
Αὐρήλιος Ἀπολλὼς Ἀβρααμίου ὁ
ροκείμενοςσυμφωνεῖ μοι ὣς πρόκειται
Αὐρήλιος Ἐνὼχ Ἰερημία, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος
† ἐγράφη διὰ Οὐίκτορος νομικοῦ
[v]
[…]… Ἀπολλῶτος κτητ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.