no image
DDbDP-text
Bodenpacht via HGV-meta
Lease of unirrigated land by field-guards from Apollos son of Dioskoros. A three-year lease in which three field-guards of Aphrodite lease from Apollos son of Dioskoros his half share of unirrigated land in the village plain, for a fixed rent of 6 artabas each of wheat and barley, reduced if the Nile flood fails to reach the plot. It was drawn up at Aphrodite in the Antaiopolite nome in October 526. machine translation
Linked by Trismegistos ID
TM 19715.
Each record below describes this same artifact or text from a different angle.
[r]
μετὰ τὴν ὑπατείαν Φλαυίου Φιλοξένου τοῦ ἐνδοξοτάτου
Φαωφι κθ πέμπτης ἰνδικτίονος
Αὐρήλιοι Βίκτωρ Ἑρμαουῶτος καὶ Φοιβάμμων
Ψαίου Λαρτ[…] καὶ Βίκτωρ Ψεμπνούθου οἱ
πάντες ἀγροφύλακες ἐπὶ τῆς πεδιάδος κώμης
Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ
Ἀπολλῶτι Διοσκόρου ἀπὸ τῆς αὐτῆς κώμης
χαίρειν. ὁμολογοῦμεν μεμισθῶσθαι παρὰ σοῦ
πρὸς τριετῆ χρόνον ἀπὸ καρπῶν σὺν Θεῷ
ἕκτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον σοι
ἥμισυ τῶν ὅλων ἀρουρῶν ἀνύδρων οὐσῶν
κοινῶν πρὸς τοὺς κληρονόμους Μουσαίου
Συρίωνος ὑπὲρ τοῦ ἄλλου ἡμίσους μέρους
τουτέστι τὴν νοτίνην μερίδα σὺν δικαίοις πᾶσι
κατὰ τὰ ὅρια τοῦ βουνοῦ κυκλόθεν περὶ τὸ ὄρος
διακείμενον ἐν τῇ πεδιάδι τῆς αὐτῆς κώμης
ἐφʼ ᾧ ἡμᾶς τοῦτο γεωργῆσαι καὶ παρέξομεν σοι
τὸν φόρον ἐπ' ἀποτάκτῳ ἐν ἀναβάσει καὶ
λὶψ σίτου ἀρτάβας ἓξ καὶ κριθῶν ἀρτάβας ἓξ τῷ σῷ
μέτρῳ· μέντοι γε, εἰ δὲ μὴ ὁ Νεῖλος ἦλθεν
εἰς τὸ προκείμενον κλῆρον, ἀποκουφίσεις ἡμῖν
ἐκ τοῦ προκειμένου φόρου κριθῶν ἀρτάβας τρεῖς ἀναμφιλόγως.
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωθέντες ὡμολογήσαμεν. δηλαδὴ κλήρου Τχηνεσταυε βορρᾶ
τῶν ἀρουρῶν ἐμοῦ Βίκτορος Ἑρμαυῶτος. Αὐρήλιοι Βίκτωρ
Ἑρμαυῶτος καὶ Φοιβάμμων Ψαίου καὶ Βίκτωρ Ψεμπνούθου οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Ἰωσήφις Ἑρμαυῶτος
πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα
μὴ εἰδότων. […]
ἐγράφη δι' ἐμοῦ Ἀβρααμίου ἀπο […]
[v]
μίσθωσις Βίκτορος Ἑρμαουῶτος καὶ Φοιβάμμωνος Ψαίου καὶ Βίκτορος Ψεμπνούθου …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.