no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Lease of unirrigated land near Phthla to a shepherd of Aphrodite. A lease contract in which Aurelius Victor, a shepherd from Aphrodite, rents unirrigated land near the village of Phthla from the councillor and riparius Flavius Panolbios for one year, paying rent in lentils and chickling. It was drawn up on 14 September 517 in the Antaiopolite nome. machine translation
Linked by Trismegistos ID
TM 19343.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ
† ὑπατείας Φλαυίου Ἀναστασίου τοῦ εὐκλεεστάτου
Θὼθ ιζ ἑνδεκάτης ἰνδικτίονος.
Φλαυίῳ Πανολβίῳ αἰδεσίμῳ πολιτευομένῳ καὶ ῥιπαρίῳ τῆς Ἀνταιοπολιτῶν υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Ἰωάννου πολιτευσαμένου
παρὰ Αὐρηλίου Βίκτορος ἐκ πατρὸς Ψαίου ποιμένος ἀπὸ κώμης
Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως
μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος πρὸς μόνον
τὸν παρόντα ἐνιαυτὸν κατασπορᾶς γενήματος σὺν θεῷ μελλούσης
δωδεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας αὐτῇ ἀρούρας ἐν τῷ καλουμένῳ
Σαραπάμμωνος ἀνύδρους οὖσας διακειμένας ἐν τῇ πεδιάδι
κώμης Φθλα ἐκ λιβὸς τῶν γῃδίων τῶν κληρονόμων τοῦ μακαρίου
Ἰωάννου Τριφιοδώρου ἀκολούθως ταῖς φαινομέναις γειτνίαις ἐφʼ ᾧ με
τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι καὶ διδόναι
τὸν φόρον τῇ σῇ λαμπρότητι ἑκάστης ἀρούρης πρὸς ἀναμέτρησιν
τοῦ σχοινίου φακοῦ ἀρτάβας δύο καὶ ἀράκου ἀρτάβας δύο ἐνλιμναζομένων μόνον τῷ φορικῷ σῷ μέτρῳ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία
καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ Ψαίου
ποιμὴν ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιος Προμαὼς Βησκούιτος
ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. † Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος Ἀπολλ
[v]
… μισθώσεως γεναμένης παρὰ Βίκτορος Ψαίου …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.