no image
DDbDP-text
Location de terrain via HGV-meta
Lease of an estate with cistern and date palms at Aphrodite. A three-year lease of a farm estate with cistern, reservoir and date palms at Aphrodite in the Antaiopolite nome, taken by Aurelius Victor son of Papnouthis from the sisters Sibylla and Herais, acting for Sourous. The tenant undertakes to pay the taxes and a rent of 28 artabas of wheat, 50 cheeses, pickled vegetables and a gold tremissis. machine translation
Linked by Trismegistos ID
TM 18427.
Each record below describes this same artifact or text from a different angle.
χμγ
☧ ὑπατείας Φλαυίου Ὀλυβρίου τοῦ ἐνδοξοτάτου Παῦνι ιη ἕκτης ἰνδικτίονος.
ταῖς εὐγενεστάταις Σιβύλλᾳ καὶ Ἡραείδι, ὑπὲρ ὀνόματος Σουροῦτος, θυγατράσι τοῦ τῆς
μακαρίας μνήμης Μουσαίου, διὰ τοῦ θαυμασιωτάτου Ἀπολλῶτος Ἰσακίου βοηθοῦ
κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Βίκτορος Παπνούθου,
μητρὸς Τσενβίκτωρ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, χαίρειν.
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμῶν θαυμασιότητος
πρὸς τριετῆ χρόνον, λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ μέλλουσης ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς,
τὸ ὑπάρχον ὑμῖν κτῆμα κλήρου καλουμένου Πία Πετὸ Οὐεσῶτος, σὺν λάκκῳ καὶ δεξαμενῇ καὶ
φυτοῖς καὶ φοίνιξι καὶ δικαίοις πᾶσι ἐντὸς καὶ ἐκτὸς κατὰ τὰ ὅρια, ἐφʼ ᾧ με
τοῦτο γεωργῆσαι, καὶ τὴν πᾶσαν ἐργασίαν ποιήσασθαι ἐνδείξασθαι ἰδίοις μου ζῴοις
καὶ γεωργοῖς. καὶ ὑπὲρ τούτον τὸν φόρον ἑτοίμως ἔχω κατʼ ἐνιαυτὸν παρασχεῖν
τὰ ἐνελκόμενα δημοσίου χρυσικοῦ καὶ τῆς σιτοπομπίας τῆς ἐμβολῆς καὶ ναύλου
ἐν τελείῳ καὶ ἀβροχικῷ καὶ διδόναι ὑμῖν ἐκτὸς τῆς ἐμβολῆς καὶ χρυσικοῦ εἰς συμπλήρωσιν
τῶν αὐτῶν ἐκφορίων σίτου ἀρτάβας εἴκοσι ὀκτὼ μέτρῳ φορικῷ τοῦ μεγαλοπρεπεστάτου
κόμετοςἈμμωνίου. παρέξω δὲ καὶ τυροὺς πεντήκοντα καὶ λεψάνης κολοβὰ τέσσερα
ὑπὲρ τοῦ ὑπʼ ἐμὲ βοσκήματος, καὶ χρυσοῦ τριμήσιον ἕν· ἀκωλύτως δὲ ἔχω λαβεῖν ὕδωρ
ἀπὸ τοῦ ἐκεῖσε λάκκου καὶ δεξαμενῆς εἰς τὰς ξένας καὶ συνημμένας ἀρούρας τῷ αὐτῷ τόπῳ ἄνευ μισθοῦ.
ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ☧ ἔχω δὲ τοὺς φοινίκους, καὶ μὴ λαμβάνετε
μηδένα. ☧ Αὐρήλιος Παπνουθίος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται.
† Αὐρήλιος Ἀπολλὼς Διοσκόρου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
μὴ εἰδότος ☧
διʼ ἐμοῦ Κύρου νομικοῦ ἐγράφη Θεοῦ θελόντος †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.