no image
DDbDP-text
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου
Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος
ἡμῶν, βασιλείας τοῦ ἡμῶν δεσπότου
Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου
Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ε
Ἐπεὶφ νεομηνίᾳ τέλει γ ἰνδικτίωνος
ἐν Ἀρσινόῃ.
Φλαουίῳ Τζ[…]ττᾳ τῷ μεγαλοπρεπεστάτῳ κόμετι καὶ μειζοτέρῳ
Στρατηγίου τοῦ πανευφήμου
πατρικίου ἀπὸ τῆς Ἀρσινοϊτῶν
πόλεως Αὐρήλιος Λούτζων
κουφοκεραμουργὸς υἱὸς ἄπα Ὂλ
ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ
ἀμφόδου Παρεμβολῆς χαίρειν.
ἔσχον καὶ νῦν παρὰ τῆς ὑμετέρας
μεγαλοπρεπείας διὰ Πέτρου
τοῦ λαμπροτάτου διοικητοῦ
τοῦ αὐτοῦ πανευφήμου ἀνδρὸς
ὑπὲρ τοῦ ἐμοῦ μισθοῦ τῆς ἐγκαύσεως τῶν κούφων εἰς χρείαν
ῥύσεως τετάρτης ἰνδικτίωνος
λέγω δὲ ἄλλο χρυσίου νόμισμα
ἓν ὡς νομιτεύεται χρυσίου νόμισμα α ὡς νομιτεύεται,
καὶ πρὸς ὑμετέραν ἀσφάλειαν
ταύτην αὐτῇ πεποίημαι
τὴν ἀπόδειξιν κυρίαν
οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα
Αὐρήλιος Λούτζων
υἱὸς ἄπα Ὂλ ὁ προκείμενος
στοιχεῖ μοι ἡ ἀπόδειξις
ὡς πρόκειται
† di emu Cosma …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.