no image
DDbDP-text
Lease of 20 arouras of catoecic land near Philopator Apias. A three-year lease of 20 arouras of catoecic land near Philopator Apias, let by the minor Pekysis, his guardian uncle, and his two sisters with their guardians, for a rent of wheat per aroura plus tax and granary charges. It was drawn up at Soknopaiou Nesos in the Fayum in AD 69. machine translation
Linked by Trismegistos ID
TM 9283.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Σεβαστοῦ
Οὐεσπασιανοῦ μηνὸς Σεβαστοῦ πεντεκαιδεκάτῃ
ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ
Ἀρσινοείτου νομοῦ. ἐμίσθωσαν Πεκῦσις Ἁρπαγάθου ὡς ἐτῶν δέκα τριῶν ἄσημος μετὰ ἐπιτρόπου τοῦ πατραδέλφου Πανεφρίμμεως
πρεσβυτέρου τοῦ Ὥρου ὡς ἐτῶν ἑξήκοντα δύο
οὐλὴ μετώπωι ἐξ ἀριστερῶν, καὶ αἱ τοῦ Πεκύσιος
ὁμοπάτριαι ἀδελφαὶ Στοτοήτι ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ καρπῶι δεξιῶι, καὶ Ἑριέᾳ ὡς
ἐτῶν δέκα ὀκτὼ οὐλὴ μετώπωι μέσωι μετὰ
κυρίων ἀμφοτέρων τοῦ τῆς Στοτοήτιος ἀνδρὸς
Παώπιος τοῦ Ἑριέως ὡς ἐτῶν πεντήκοντα
πέντε, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς,
Παπεῖτι Στοτοήτιος Πέρσηι τῆς ἐπιγονῆς ὡς
ἐτῶν τριάκοντα πέντε οὐλὴ ὑπὸ ἀντικνήμιον
δεξιόν, τὰς ὑπαρχούσας αὐτοῖς περὶ Φιλοπάτορα
Ἀπιάδος Θεμίστου μερίδος κλήρου κατοικικοῦ ἀρούρας εἴκοσι ἢ ὅσων ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἔτους, ἐκφορίου τοῦ παντὸς
κατʼ ἑκάστην ἄρουραν σὺν σπέρμασι πυροῦ ἀρτάβην
μίαν, πυροῦ ἀρταβῶν πεντηκοστῆς καὶ …ων
κατʼ ἔτος ἀρτάβας δύο καὶ ἐνοικίου θησαυροῦ ἀρτάβην μίαν πάντων μέτρῳ δρόμῳ τετραχοινίκῳ
θησαυροῦ Σύνθεως ἀπόδος ἐκφορίου Παῦνι
μηνὶ ἐφʼ ἅλῳ τοῦ κλήρου ἀνυπόλογα καὶ ἀκίνδυνα μὴ ἐξέστῳ οὖν τῷ μεμισθωμένῳ ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ
καὶ ἐπιτελείτω τὰ γεωργικὰ ἔργα πάντα τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ σιφονολογίας τῶν μεμισθόντων διδόντων τῷ μεμισθωμένῳ …[…] εἰς τὴν ἀνάπαυσιν τοῦ κλήρου ἀργυρίου
δραχμὰς τεσσαράκοντα ὀκτὼ καὶ εἶναι μετʼ ἐ[…]… περὶ τὸ χῶμα τῆς διώρυγος τω…
[…]α[…]ε[…]ε…με[…]
[…] ἀποτισάτω ὁ μεμισθω[…]τὸἥμισυ μέρος τοῦ κλήρου λαχανο[…]η… τὸ λοιπὸν ἥμισυ μέρος πορη[…]καὶ μετὰ τὸν χρόνον παραδότωσαν οἱ μεμισθωμένοι ὡς καὶ αὐτὸς παρείληφε τὸν κλῆρον[…]πους, τελῶν δὲ τοῦ κλήρου[…]
πάντων ο… ὄντων πρὸς τοὺς μεμισθωκότας[…]ως μεμισο τῶν με…
[…]…ερ…μ…θεος…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.