no image
DDbDP-text
Offer to lease eight arouras of catoecic land near Hephaistias. An offer to lease, addressed to a landowning woman acting with her full brother Apollonios as guardian, for eight arouras of catoecic land near Hephaistias in the Arsinoite nome for four years. The lessee, son of Orsenouphis and described as a Persian of the descent, promises the farm work and payment of a wheat rent in Pauni. It dates to year 14 of Trajan (AD 110/111). machine translation
Linked by Trismegistos ID
TM 9416.
Each record below describes this same artifact or text from a different angle.
[…]…σιππ…σιου μετὰ κυρίου τοῦ ἀδελφοῦ
τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Ἀπολλωνίου
[…]Ὀρσενούφεως τοῦ Σαταβοῦτος Πέρσου
τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ
εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους τὰς ὑπαρχούσας σοι περὶ κώμην
Ἡφαιστιάδα κλήρου κατοικικοῦ ἀρούρας ὀκτὼ
ἢ ὅσαι ἐὰν ὦσιν ἐν δυσὶ σφραγῖσι ἐκφορίου τοῦ
παντὸς κατʼ ἔτος συναναλήμψομαι παρὰ σοῦ
σπερμάτων κατʼ ἄρουραν πυροῦ ἀρτάβην μίαν
τοῦ παντὸς πυροῦ ἀρταβῶν τριάκοντα τεσσάρων μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ σα…μου
ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἄξω τὰ τῶν
…ων κα…ων τὰ γεωργικὰ ἔργα πάντα
τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ σιφωνολογίας πάντα ἐκ τοῦ ἰδίου
καὶ κατὰ τὸν δέοντα καιρὸν βλάβος μηδὲν ποιῶν σπείρων τὰς ἀρούρας κατʼ ἔτος ἐπὶ μὲν τὰ πρῶτα ἔτη
τρία οἷς ἐὰν αἱρῶμαι, τῷ δὲ ἐσχάτῳ ἔτει
[…] τά τε κατʼ ἔτος ἐκφόρια ἀποδώσω σοι ἐν μηνὶ Παῦνι ἐφʼ ἅλως τῶν ἐδαφῶν,
μετὰ δὲ τὸν χρόνον παραδώσω τὰς ἀρούρας
…………… ὡς ἐμοὶ ὑπὸ σοῦ
……… ἐπὶ τοῖς προκειμένοις,
τῶν δὲ δημοσίων πάντων ἔξω τῶν δημοσίων ……… καὶ ὄντων πρὸς ἐμὲ
ἐὰν φαίνηται μισθσαι ἐπὶ τούτοις
…νου ὡς ἐτῶν λβ οὐλη χειρὶ ἀριστερᾷ
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
δ …αθουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.