no image
DDbDP-text
Privatpacht - Angebot an einen Grossgrundbesitzer via HGV-meta
Offer to lease six arouras of land at Euhemeria from Tiberius Claudius Eirenaios. An offer by Theon son of Theon to lease 6 arouras of land near Euhemeria from the landowner Tiberius Claudius Eirenaios for five years, with rents paid in wheat. It was written by the village notary because Theon was illiterate, in September AD 103. machine translation
Linked by Trismegistos ID
TM 11406.
Each record below describes this same artifact or text from a different angle.
Τιβερίωι Κλαυδίωι Εἰρηναίωι
παρὰ Θέωνος τοῦ Θέωνος Πέρσου τῆς
ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη
πέντε ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους
Τραϊανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Εὐημέριαν τῆς Θεμίστου μερίδος ἐδαφῶν τὰς ἐν μιᾷ σφραγῖδι
κλήρου ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσι πρὸς ἐλαιῶνι
πρότερον Νικάνωρος, ἐκφορίου τοῦ παντὸς
τοῦ μὲν πρώτου ἔτους τῆς μισθώσεως σὺν ᾗ λήμψομαι σπερμάτων ἑκάστῃ ἀρούρῃ πυροῦ δρόμων ἀρτάβῃ μιᾷ πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ ἀρταβῶν
πεντήκοντα πέντε , ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τέσσαρα ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος σὺν ᾗ λήμψομαι
σπερμάτων ἑκάστῃ ἀρούρῃ πυροῦ δρόμων ἀρτάβῃ μιᾷ
πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ ἀρταβῶν τεσσαράκοντα
δύο ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω
τὰ κατʼ ἔτος τοῦ κλήρου γεωργικὰ ἔργα πάντα σπείρων
κατʼ ἔτος οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου. τὰ δὲ κατʼ ἔτος
ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν τῇ κώμῃ ἐν
θησαυρῷ μέτρῳ ἕκτῳ θεοῦ Εὐημερίας, τῶν κατʼ ἔτος
δημοσίων φορέτρων καὶ ἐνοικίου θησαυροῦ ὄντων
πρός με τὸν Θέωνα. καὶ μετὰ τὸν χρόνον παραδώσω
τὸν κλῆρον, τὸ μὲν ἥμισυ ἀπὸ συγκομιδῆς πυροῦ καὶ ἄλλο τέταρτον ἀπὸ σπορᾶς γενῶν ἀναπαυματικῶν, τὸ δὲ λοιπὸν τέταρτον ἀπὸ
χόρτου βρώματος βοῶν. βεβαίωσις δέ μοι ἀπὸ δημοσίων, ἀμεταμίσθωτα καὶ ἀναυτούργητα, ἐὰν φαίνηται
μισθῶσαί μοι ἐπὶ τοῖς προκιμένοις.
Θέων ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῷ
ἐπιδέδωκα τὸ ἀναφόριον ἐπὶ πᾶσι τοῖς προκιμένοις καθὼς
πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα Ἡρακλείδης νομογράφος Εὐημερίας. ἔτους ζ Αὐτοκράτορος Καίσαρος
Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.