no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Sale of a one-seventh share of grain land at Pathyris, with tax receipt. A sale contract drawn up at Pathyris before the agoranomos's deputy, in which Panobchounis son of Paous sells his one-seventh share of undivided grain land, owned with his brothers, to Eunous son of Asklepiades for 2,200 bronze drachmas. A bank receipt added below records payment of the sales tax of 300 drachmas at Krokodilopolis. machine translation
Linked by Trismegistos ID
TM 128.
Each record below describes this same artifact or text from a different angle.
[column i]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων
ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὠνή. ἀπέδοτο Πανοβχοῦνις Παοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ
μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς γῆς
ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῷ ἀπὸ βορρᾶ πεδίωι Παθύρεως τὸ ἐπιβάλλον αὐτῷ μέρος ἕβδομον· γείτονες
ὅλης τῆς γῆς· νότου γῆ Πατοῦτος τοῦ Ψεμμώνθου βορρᾶ γῆ Φαμούνιος ἀπηλιώτου κοιλὰς διῶρυξ καλούμενος πλα[…]
Παθύρεως λιβὸς ὄρος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Εὔνους Ἀσκληπιάδου Πέρσης ὡς ἐτῶν με μέσος μελίχρως
τετανὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ δραχμὰς δισχιλίας καὶ διακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πανοβχοῦνις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Εὔνους ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[column ii]
ἔτους ιϛ Μεσορὴ λ τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς
Παγκράτης δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ἀπολλωνίου τελώνου Εὔνους
Ἀσκληπιάδου γῆς ἀρουρῶν ἕβδομον, ὧν αἱ
γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς
ὃν ἠγόρασεν παρὰ Πανεβχούνιος Παοῦτος χαλκοῦ δραχμὰς Βσ
τέλος τ γίνονται τ
Παγκράτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.