no image
DDbDP-text
Letter from Zoe to her brother Apollinarios at Pelusion. A private letter from a woman named Zoe to her brother Apollinarios, written at Pelusion, about delivering written items to the wife of Acharis, recovering her own property and money owed through the epistrategos, and asking him to look after her house. She complains this is her third letter and says she is ill; the address mentions a camel-rider, Petronius. machine translation
Linked by Trismegistos ID
TM 24886.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ζοὴ Ἀπολλιναρίῳ τῷ ἀδελφῷ χαίρειν. τὸ προσκύνημά
σου παρὰ τῷ Δὶ τῷ Κασίῳ. γιγνώσκειν σε θέλω, ὅτι εὕρηκα τὴν γυναῖκα τοῦ Ἄχαρις
καὶ δέδωκα αὐτῇ τὰ γεγραμμένα πάντα καὶ ἐγὼ προσδέχομαι τὰ ἐμαυτῆς λαβεῖν καὶ ἐξελθεῖν καὶ τὰ
μετέωρα Γεμέλου, ἵνα ἀπαιτήσω εὕρηκα μετὰ κυρίoυ, ἀλλὰ λέγουσι, ὅτι αμαδ… διὰ τοῦ ἐπιστρατήγου ὅτι …ελίαν δύνη
…… παρὰ τοῦ ἐπιστρατήγου καὶ γράψαι μοι μετὰ
κυρίου τὸ ἀργύριον κεῖται οὔπω οὐδέν. ἐὰν ἴδω, ὅτι οὐδὲν γέγονε, ἐξέρχομαι.
ἰδοῦ δὴ τρίτην ἐπιστολὴν
σοι γράφω. ἔπεχε τῇ οἰκίᾳ μου, ἐκτίνασσε τὰ ἔρια καὶ τὰ ἱμάτια. ἀφωσιώκατε Πηλούσιον. ἀσθενῶ. ἀσπάζεταί σε Σερῆνος, ἀσπάζεταί σε Πετρώνις καὶ
ἡ ἀδελφὴ αὐτοῦ καὶ Ἑρμιόνη, ἀσπάζου Χαριτοῦν καὶ
τὴν γάμβραν αὐτῆς.
ἔρρωσο. Φαῶφι ιδ
[v]
ἀπόδος Ἀπολλιναρίῳ ἀπὸ Πετρωνίου δρομεδαρίου ἀπὸ ΠηλουσίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.