no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20066.
Each record below describes this same artifact or text from a different angle.
Ἥρωνι βασιλικῷ γραμματεῖ
Μεμφίτου
παρὰ Μέλανος Ἀρείου μητρὸς
Καλεῖτος τῶν ἀπὸ Μέμφεως ἀργῶν ἀναγραφομένου ἐπὶ τοῦ β
ἀμφόδου. ἀπογράφομαι ἐμαυτόν
τε καὶ τοὺς ἐμοὺς, ἐνοίκους,
εἰς ἣν οἰκῶ ἐν Μέμφει
ἐπὶ τοῦ αὐτοῦ β ἀμφόδου
οἰκίαν Ἰσιδώρου Ἀνουβίωνος τοῦ καὶ Παγκράτους
πρὸς τὴν τοῦ διεληλυθότος ιδ ἔτους Αὐρηλίου
Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου κατʼ οἰκίαν
ἀπογραφήν,
ἐμαυτὸν Μέλαν εἰς τὸ αὐτὸ ιδ ἔτος ἐτῶν να,
καὶ τοὺς γενομένους ἐκ
διαφόρων γυναικῶν
υἱοὺς ἐκ μὲν Τεσαγρίτος
Μεμφίτιδος Μέλανα
ἐτῶν α
ἐκ δὲ Ἑριέως θυγατέρα Τνεφρέμφιν ἐτῶν ιϛ
παρὼν δὲ ὁ προγεγραμμένος σταθμοῦχος
Ἰσίδωρος ἐγγυᾶται ἡμᾶς
τῶν ἐπικεφαλίων
καὶ ὀμνύω τὴν τοῦ κυρίου
Αὐρηλίου Ἀντωνίνου Καίσαρος
τύχην ἀληθῆ εἶναι τὰ προκείμενα.
ἔτους ιε Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ
Παρθικοῦ Γερμανικοῦ Μεγίστου
Φαῶφι δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.