no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20070.
Each record below describes this same artifact or text from a different angle.
Σέξτῳ Κουιντιλίῳ Μαξίμῳ καὶ Σέξτῳ Κουιντιλίῳ Κονδιανῷ ὑπάτοις πρὸ η ἰδῶν Ἰουλίων ἐν Σίδῃ ἐπὶ δημιουργοῦ ἱερέως
θεᾶς Ῥώμης[…]κου Δημονείκου …υρου μηνὸς Πανήμου Ἀρτεμίδωρος Καισέου Ἀλεξανδρεὺς ἐπρίατο ἐν ἀγορᾷ
παρὰ Λουκίου Ἰουλίου Πρωτοκτήτου κοράσιον Σαμβατίδα τὴν μετονομασθεῖσαν Ἀθηναίδα ἢ εἴ τινι ἑτέρῳ ὀνόματι καλεῖται γένει Φρυγίαν ὡς ἐτῶν δεκαδύο ἀργυρίου δηναρίων τν βεβαιοῦντος καὶ τῇ ἰδίᾳ πίστει κελεύοντος Ἑρμείου Ἡφαιστᾶ ὑγιῆ ἐκ διατάγματος
[…]ἀνέπαφον πρὸς πάντων καὶ μήτε ῥέμβον μήτε δραπετικὸν ἱερᾶς τε νόσου ἐκτός· ἐὰν δέ τι τούτων ᾖ
ἢ μὴ ᾖ ὑγιὲς ἢ ἐπαφὴ αὐτοῦ ἢ ἐκ μέρους γένηται καὶ ἐκνικηθῇ, τότε διπλῆν τὴν τιμὴν χωρὶς παραγγελίας καλῶς δοθῆναι πίστει ἐπηρώτησεν Ἀρτεμίδωρος Καισίου πίστει δοῦναι. ὡμολόγησεν Λούκιος Ἰούλιος Πρωτόκτητος[…]τὴν τιμὴν κεκομῖσθαι καὶ ταῦτα ὑπὲρ αὐτοῦ τῇ ἰδίᾳ πίστει καὶ βεβαιώσει εἶναι ἐκέλευσεν Ἑρμείας Ἡφαιστᾶ.
Λούκιος Ἰούλιος Πρωτόκτητος πέπρακα τὸ κοράσιον δηναρίων τριακοσίων πεντήκοντα καὶ[…] τὴν τιμὴν κεκόμισμαι ὡς προγέγραπται.
Ἑρμείας Ἡφαιστᾶ βεβαιῶ τὸ κοράσιον καὶ τῇ ἰδίᾳ πίστει κελεύω ὡς προγέγραπται.
Σέξτῳ Κουιντιλίῳ Μαξίμῳ καὶ Σέξτῳ Κουιντιλίῳ Κονδιανῷ ὑπάτοις πρὸ ὀκτὼ εἰδῶν Ἰουλίων ἐν Σίδῃ ἐπὶ δημιουργοῦ ἱερέως
θεᾶς Ῥώμης[…]μηνὸς Πανήμου ἓξ καὶ δεκάτης· Ἀρτεμίδωρος Καισίου Ἀλεξανδρεὺς
ἐπρίατο ἐν ἀγορᾷ παρὰ Λουκίου Ἰουλίου Πρωτοκτήτου κοράσιον Σαμβατίδα τὴν μετονομασθεῖσαν Ἀθηναίδα ἢ εἴ τινι ἑτέρῳ ὀνόματι καλεῖται γένει Φρυγίαν ὡς ἐτῶν[…]ἀργυρίου δηναρίων τν βεβαιοῦντος καὶ
τῇ ἰδίᾳ πίστει κελεύοντος Ἑρμείου Ἡφαιστᾶ ὑγιῆ ἐκ διατάγματος[…]… ἀνέπαφον πρὸς πάντων καὶ μήτε ῥέμβον
μήτε δραπετικὸν ἱερᾶς τε νόσου ἐκτός. ἐὰν δέ τι τούτων ᾖ ἢ μὴ ᾖ ὑγιὲς ἢ ἐπαφὴ αὐτοῦ ἢ ἐκ μέρους γένηται καὶ ἐκνικηθῇ, τότε διπλῆν τὴν τιμὴν χωρὶς παραγγελίας καλῶς δοθῆναιπίστει ἐπηρώτησεν Ἀρτεμίδωρος Καισίου πίστει δοῦναι·
ὡμολόγησεν Λούκιος Ἰούλιος Πρωτόκτητος[…] τὴν τιμὴν κεκομῖσθαι καὶ ταῦτα ὑπὲρ αὐτοῦ τῇ ἰδίᾳ πίστει καὶ βεβαιώσει
εἶναι ἐκέλευσεν Ἑρμείας Ἡφαιστᾶ.
Λούκιος Ἰούλιος Πρωτόκτητος πέπρακα τὸ κοράσιον δηναρίων τριακοσίων πεντήκοντα καὶ τὴν τιμὴν κεκόμισμαι ὡς προγέγραπται
Ἑρμείας Ἡφαιστᾶ βεβαιῶ τὸ κοράσιον καὶ τῇ ἰδίᾳ πίστει κελεύω ὡς προγέγραπται.
[…] δημόσιος ὑπέγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ λέγειν αὐτὸν γράμματα
μὴ εἰδέναι.
[…]… τὸ κοράσιον ἐπριάμην ο κα[…]…[…]… […]…[…]…
[…]…[…]…[…]εα…[…]…στ…[…]…[…]…[…]…[…]…
Ε…… γίνεται σλδ …… γίνεται …… γίνεται δραχμαὶ σλ …[…]…
σ[…]σφραγιστησι
τῆς πράσιος κοσ…σιου …το…λε †
Ἀρτεμίδωρος Κασίου ὁ προγεγραμμένος …[…]…α…[…]… δούλης Σαμβατίδος μετονομασθείσης Ἀθηναίδος …[…]αδυο πεπρᾶσθαιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.