no image
DDbDP-text
Proposition d'achat d'une maison appartenant à la ville via HGV-meta
Linked by Trismegistos ID
TM 22999.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Νεμεσιανὸς Κρατίστου τῇ κρατίστῃ
βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Μάρκου Αὐρηλίου Κορελλίου
Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς
πόλεως τοῖς φιλτάτοις χαίρειν· βούλομαι
ὠνήσασθαι ἀπὸ πολιτικοῦ λόγου οἰκίαν καὶ τὰ
περὶ αὐτὴν οἰκόπεδα καὶ ψιλοὺς τόπους ἐν οἷς
κοπρίαι τὰ πάντα ὄντα ἐν συμπτώσει καὶ ἐν ἀχρησίμῳ νῦν διαθέσει καλούμενα πρότερον Ὅπλωνος ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου πόλεως
ἀπηλιώτου ὑπὸ στοὰν νοτίνην τῆς Ἀντινοιτικῆς πλατείας ἀφʼ ὧν οὐδὲν περιγίνεται
τῷ πολιτικῷ λόγῳ διὰ τὸ ἐξ ὁλοκλήρου βεβλάφθαι ἐν τοῖς πρόσθεν συμβεβηκόσι κατὰ
τὴν πόλιν ἀπευκταίοις ταράχοις· ὧν γείτονες νότου Δομιτιανοῦ πλατεία διʼ ἧς
εἴσοδος καὶ ἔξοδος· βορρᾶ Ἀντινοιτικὴ
πλατεία διʼ ἧς ὁμοίως εἴσοδος καὶ ἔξοδος·
ἀπηλιώτου Ἑρμοῦ παστοφόρου καὶ μετόχων· λιβὸς Κλαυδίου Δικαιάρχου ἄρξαντος τῆς λαμπρᾶς Ἀντινοουπόλεως, προσβληθέντα τῇ πόλει ἀκολούθως τοῖς κελευσθεῖσι ὑπὸ τοῦ τῆς διασημοτάτης μνήμης
Κλαυδίου Θεοδώρου τιμῆς ἀργυρίου δραχμῶν δισχιλίων γίνονται ἀργυρίου δραχμαὶ Β ἅσπερ
κυρωθεὶς διαγράψω τῷ πολιτικῷ λόγῳ·
μενεῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ
μεταπαραλημψομένοις ἡ τούτων κράτησις
καὶ κυρία βεβαία, τῆς πόλεώς μοι βεβαιούσης διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν·
ἐὰν δὲ μὴ κυρωθῶ οὐκ ἐνσχεθήσομαι
τῇδε τῇ αἱρέσει· ἐρρῶσθαι ὑμᾶς εὔχομαι
τιμιώτατοι·
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἁθὺρ ιϛ […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.