no image
DDbDP-text
Linked by Trismegistos ID
TM 25640.
Each record below describes this same artifact or text from a different angle.
Π…λου τοῦ Ποσιδωνείου ἀρούρας β 𐅵 ἀπομοίρας ἃ εἰσὶν δραχμαὶ ε
δραχμαὶ ιβ τριώβολον ἀλλαγὴ δραχμὴ α ἡμιωβέλιον γίνονται σὺν ἀλλαγῇ δραχμαὶ ιγ ὀβολοὶ γ 𐅵
γεωμετρίας τὸ ἥμισυ μέρος ἃ εἰσὶν δραχμαὶ ιβ ὀβολοὶ γ 𐅵, λα ὀβολὸς α 𐅵 γίνονται δραχμαὶ μδ πεντώβολον
καὶ τῶν ἐν ἐπικρίσει τεταγμένων ὑπὸ τοῦ τὸν νομὸν γράφοντος τῶν ἐξ ὑπολόγου ἐωνημένων ἐν τοῖς ἔμπροσθεν χρόνοις καί τινων ἡμῖν
ἀπὸ χρηματισμῶν ὀφειλόντων κατεχωρίσθησαν διʼ ὧν εἰσιν τῶν κωμογραμματέων αἱ παραδείξεις,
μέχρι τοῦ νῦν οὐ κατεχωρίσθησαν ὑπό μου ἐνθάδε τῶν ἐδαφῶν ἀπαραδείκτων ὄντων τοὺς ὠνουμένους
εἰς σιτοφόρον ἐσπαρκέναι τοὺς δʼ εἰς ἀμπελῶνας ἢ εἰς παραδείσους φυτεῦσαι. διὸ. εἰ φανήσεται τοὺς ἐμφερομένους κωμογραμματεῖς
μεταδῶναι τοὺς χρηματισμοὺς ἐν ἡμέραις λ, διʼ ὧν ἦσαν αἱ γενάμεναι τῶν ἐδαφῶν παραδείξεις, εἰ δὲ μὴ, τὸ φανὲν
τῶι ἡγεμόνι ἐπιτελεσθήσεται ἐφʼ ὧν ὑπογραφή· ὁ βασιλικὸς γραμματεὺς καὶ ὁ πρὸς ταῖς χρείαις· ἣν
παραδεικνύουσι γῆν διὰ τῶν σπόρων καθʼ ἔτος ἀναγραφέσθωσαν, τὴν δὲ συνήθειαν τὴν ἐμὴν
τηρῶι, ἵνα μὴ δυσχερὴς οὖσα ἡ παράδειξις αὐτῆς τὴν πρᾶσιν ἐμποδίζηι, προτιθέσθω δὲ ἐν δημοσίωι ὑπὸ τῶν κωμογραμματέων καὶ τοῦ βασιλικοῦ γραμματέως γεγειτνιαμένη
κατὰ δὲ τὰ συνκριθέντα εἰσὶν οἱ ἐπεσταλμένοι μοι χρηματισμοὶ ὑπὸ μὲν Τιβερίου Κλαυδίου Φήλικος
τῶι ἐνάτωι ἔτει Τιβερίου Κλαυδίου μηνὶ[…] ἀρούρας χπε οὔσας ἀποκοίτους ἀρουρῶν
τῶν διὰ τοῦ λόγου τοῦ παντὸς ἐδάφους ἀναγραφομένων μετὰ τὰς ἀφωρισθείσας ὑπʼ Ἑρμαίου
γενομένου βασιλικοῦ γραμματέως ἐπὶ παρόντος καὶ ἐμοῦ τῶι εἰς ἔτη ιϛ τόπου νομαρχικῷ λόγῳ ἀρούρας Βφμζ ἐν γ σφραγῖσι συνεχέσιν
ἀλλήλαις, ὧν γείτονες τῆς μὲν α σφραγῖδος νότου προεδικ ἐδάφη ἀνὰ μέσον οὔσης πεδιακῆς
ὁδοῦ, βορρᾶ ὀρεινὴ διῶρυξ ἀνὰ
μέσον οὔσης δι[…]…[…] προεδικ ἐδάφη, λιβὸς μέρος τι τῆς β σφραγῖδος, τῆς δὲ β σφραγῖδος νότου προεδικ ἐδάφη
ἀνὰ μέσον οὔσης […]…ε[…] ὁδοῦ τῆς ἀγούσης εἰς Καρανίδα καὶ ἐπί τι μέρος ὑδραγωγοῦ λεγομένου Κρεμαστῆς καὶ ἐπί
τι μέρος ἑτέρου ὑδραγωγοῦ Σώλεος λεγομένου, βορρᾶ ὀρεινὴ διῶρυξ ἀνὰ μέσον οὔσης χέρσου, ἀπηλιώτου ἡ πρώτη σφραγὶς καὶ ἐπί τι
μέρος χέρσος …… καὶ ἐπί τι μέρος ἡ γ σφραγὶς καὶ χέρσος, τῆς δὲ γ σφραγῖδος νότου ἄμμος, βορρᾶ ὁμοίως χέρσος,
ἀπηλιώτου μέρος τῆς
β σφραγῖδος, λιβὸς […]βασιλικὸς λεγόμενος καὶ ἐπί τι μέρος ὀρεινὴ διῶρυξ, καὶ ὑπὸ Τιβερίου Κλαυδίου Πτολεμαίου ὁμοίως
τῶι αὐτῶι ἐνάτωι ἔτει μηνὶ […] ἀρούρας σ οὔσας ἀποκοίτους ἀρουρῶν τῶν διὰ τοῦ λόγου τοῦ παντὸς ἐδάφους
ἀναγραφομένων μετὰ τὰς ἀφωρισθείσας ὑπὸ Ἑρμαίου γενομένου βασιλικοῦ γραμματέως ἐπὶ παρόντος
καὶ ἐμοῦ τῷ εἰς ἔτη ιϛ τόπου νομαρχικῷ
λόγῳ […]διῶρυξ ἀνὰ μέσον οὔσης […]…[…]οαρος […] προεδικ ἐδάφη ἀνὰ μέσον οὔσης διώρυγος Πι…ερτο
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.