no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Sale of the slave Eudaimonis by Stotoetis to Chairemon. A contract from the Arsinoite nome, dated to year 5 of Tiberius, in which Stotoetis son of Stotoetis sells his female slave Eudaimonis to Chairemon son of Sokrates for 1,000 silver drachmas. It includes the usual guarantees and penalty clauses, the seller's own subscription and a registration note. machine translation
Linked by Trismegistos ID
TM 9428.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πέμπτου Τιβερίου […]
Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Στοτοήτιος[…]ὡς ἐτῶν[…]
[…]στερας κα χειρὶ δεξιᾷ Χαιρήμονι Σωκράτους[…]ὡς ἐτῶν[…]οὐλὴ[…]πεπρακέναι αὐτῷ κατὰ
τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς ἀεὶ τὴν ὑπάρχουσαν αὐτῷ δούλην
ᾗς ὄνομα Εὐδαιμονὶς ἣ καὶ […]ὡς ἐτῶν[…]ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου
καὶ ἀπέχειν τὸν Στοτοῆτιν παρὰ τοῦ Χαιρήμονος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν
ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς[…]χιλίας καὶ βεβαιώσειν αὐτὸν τῷ Χαιρήμονι
καὶ τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην αὐτῷ ὡς πρόκειται δούλην Εὐδαιμονίδα τὴν καὶ[…]πάσῃ βεβαιώσει πλὴν
δρασμοῦ καὶ παρεχέσθω ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν
[…]…… ὀφειλήματος δημοσίου μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀπὸ δὲ ἰδιωτικῶν καὶ[…]
[…]… καὶ μηδένα ἐμποιούμενον αὐτῆς μηδὲ μέρους αὐτῆς μηδὲ[…]τρόπῳ μηδενὶ
μηδὲ κωλύοντα Χαιρήμονα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ ὑποτιθέντας καὶ ἐξαλλοτριοῦντας καὶ
χρωμένους αὐτοῖς ὡς ἐὰν αἱρῶνται[…]
[…]…αι, πρὸς δὲ τὰ προκείμενα μηδὲν τὸν Στοτοῆτιν ἐπικαλεῖν μήδʼ ἐνκαλεῖν μήδʼ ἐπελεύσεσθαι
ἐπὶ τὴν πεπραμένην καθὼς πρόκειται δούλην Εὐδαιμονίδα τὴν καὶ[…]ὅτι δʼ ἂν τούτων παραβῇ ὁ
Στοτοῆτις, ἀποτισάτω τῷ Χαιρήμονι ἥν τε ἀπείληφεν τιμὴν καὶ ἀνηλωμένα διπλᾶ καὶ ἐπίτιμον
ἀργυρίουδραχμὰς δισχιλίας καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν Στοτοήτιος
[…]… Σαταβοὺς καλ[…]
Στοτουῆτις Στοτουήτιος […]ὁμολογῶ πεπρακέναι Χαιρήμονι Σωκράτους[…]
[…]ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς ἀεὶ τὴν ὑπάρχουσάν μοι δούλην ἧς ὄνομα Εὐδαιμονὶς
[…]…ραεις ὡς ἐτῶν δ[…]ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς[…]χιλίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει
[…] πλὴν δρασμοῦ καθὼς πρόκειται[…]ἔγραψα ὑπὲρ αὐτοῦ[…]
[…]ρι
[… 1 line lost …]
Χαιρήμων Σωκράτους εικο… […]ἔτων[…]
Μεχεὶρ ἀναγέγραπται διὰ τοῦ κ[…]γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.