no image
DDbDP-text
Apographe via HGV-meta
Linked by Trismegistos ID
TM 9451.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]άμμωνος μητρὸς Ἰσιδώρας
[…] ἀντίγραφον δικαιώματος.
Σεπτιμίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Αὐρηλίῳ Ἀχιλλεῖ βασιλικῷ
γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ λαογράφοις τετάρτου κλήρου παρὰ Αὐρηλίας Σύρας Ἀπολλωνίου
[…]ου μητρὸς Ἡραΐδος Ἀλκίμου ἀπὸ ἀμφόδου Μοήρεως χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ.
ὑπάρχει μοι ἐπὶ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου τρίτον μέρος οἰκίας, ἐν ᾧ κατοικῶ, καὶ ἀπογράφομαι
ἐμαυτήν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος πρώτου ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ προκιμένου ἀμφόδου Μοήρεως, ἐφʼ οὗ καὶ τῇ προτέρᾳ ἀπογραφῇ ἀπεγραψάμην. καί εἰμι Αὐρηλία Σύρα ἡ προδεδηλωμένη ἐτῶν λϛ καὶ τὰ γενόμενά μοι ἐκ τοῦ γενομένου καὶ τετελευτηκότος μου ἀνδρὸς Πλουτάμμωνος Σαραπάμμωνος τοῦ Νιννάρου μητρὸς Δημητροῦτος τέκνα Αὐρήλιον Σαραπάμμωνα ἐπικεκριμένον λινόϋφον μίσθιον ἐτῶν ιϛ καὶ Ἀπολλώνιον ἐτῶν ια καὶ Ἀμμώνιον ἐτῶν ζ, τοὺς δύο μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ ἐνοίκους τὸν τοῦ προκιμένου μου ἀνδρὸς Πλουτάμμωνος ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὸν Αὐρήλιον Νιννᾶν ἐπικεκριμένον λινόϋφον μίσθιον ἐτῶν λα καὶ
τὸν γενόμενον αὐτῷ ἐκ τῆς γενομένης καὶ τετελευτηκότος αὐτοῦ γυναικὸς Αὐρηλίας Ἰσιδώρας Α[…]…[…]λείδου υἱὸν Α[…]…[…]…[…] μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.