no image
DDbDP-text
Εὐρυλόχωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Διονυσίας τῆς Ἡρακλείου τῶν
ἐκ Τιλώθεος Ἀπολλώνιος
Ἰσιδώρου τοῦ Πυθ…
κατὰ συγγραφὴν συνοικισίας καὶ ἄλλας
ἐνθέσμους οἰκονομίας ἀνῃρημένος
σὺν τοῖς ἑαυτοῦ γονεῦσι Ἰσιδώρωι καὶ
Φιλίσται φερνήν μου ἐν ἀργυρίου δραχμαῖς Β, ἣν καὶ
ἐγγυῶνται ἀλλήλους εἰς ἔκτεισιν, διετὴς
χρόνος ἤδη, ἀφείς με σὺν τῶι ἐξ ἀλλήλων γεγονότι ἡμῖν παιδίωι θηλυκῶι
ἐν εὐτελέσι περιβολαδίοις τὸν εἰς Ἀλεξάνδρειαν κατάπλουν πεποίηται,
καὶ ὡς μεταλαμβάνω ἀστοργότερον
διακείμενος πρός με καὶ τὸ τέκνον
ἑτέραι ἐκεῖ συνήρμοσται γυναικί, ἐξ ἧς
καὶ πεπαιδοποίηκε, σεσήμαγκε δὲ
τῶι πατρὶ αὐτοῦ διʼ ἐπιστολῆς ἐκκερματίσαντα τὴν οἰκίαν αὐτοῦ καὶ τὸν κλῆρον
ἀποδοῦναί μοι τὴν φερνήν, αὐτῇ τε
σὺν τῶι παιδίωι ὑπὸ τοῦ ἀδελφοῦ μου
παντὶ ἐπαρκουμένηι μηδὲ τὴν ἀναγκαίαν ἐχούσῃ διατροφήν, καὶ τοῦ Ἰσιδώρου μηδʼ ἡντινοῦν ἐπιστροφὴν
ποιουμένου, ἀξιῶ ἐὰν φαίνηται συντάξαι μεταπέμψασθαι αὐτὸν ἐπί σε καὶ
συναναγκάσαι ἀποδοῦναί μοι εἰς τὰ ἀναγκαῖα τὴν φερνήν, ἵνʼ ὦ ἀντειλημμένη.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.