no image
DDbDP-text
[r]
Πανίσκωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Ἀδράστου τοῦ κατ[…]τῶν
κατοίκων ἱππέων, προεστηκότος δὲ καὶ τῶν Ἱέρακος τοῦ ἀδελφοῦ
τοῦ πατρός μου μεταχειρίζοντος
τὰ τῆς ἐκλογιστείας τοῦ νομοῦ
ἐδαφῶν τῆς γεωργίας τοῦ
ἐνεστῶτος β ἔτους. τῇ δὲ κζ
τοῦ Χοίαχ διαπορευομένου μου
σὺν οἷς εἶχον ἐμπορείου σπέρμασι
καὶ χαλκυδρίοις εἰς δαπάνην τῆς
κατασπορᾶς ὡς εἰς Τοκῶιν
προχειρισάμενος Ἡράκλειος
ὁ λογευτὴς τῆς Σώβθεως ὑπηρέτας
νομαρχικοὺς καὶ ἀγωγήν μου
ποιησάμενοι τά τε σπέρματα
διαρπάσαντες κατακλείσαντές με
ἐμοῦ μηδὲν ἁπλῶς βασιλικὸν
ὀφείλοντος, μέχρι δὲ τοῦ νῦν
φερομένου μου ἐν τῇ συνοχῇ
μόλις δὲ δυνηθεὶς κατήντηκα
ἐπὶ τὴν ἐκ σοῦ βοήθειαν. ἀξιῶ
τῆς γῆς τοῦ Ἱέρακος παρεκδραμεῖν
εἰς ἄσπορον κινδυνευούσης
ἐὰν φαίνηται συντάξαι καταστῆσαι
τὸν Ἡράκλειον ἐπὶ σέ, ὅπως
διὰ σὲ εὕρω τῆς συνοχῆς ἀπόλυσιν.
[v]
ΠανίσκωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.