no image
DDbDP-text
τῶι ἐν Ἀκάνθων ἐπιστάτηι
παρὰ Πετεσούχου νεωτέρου τοῦ Νεκφερῶτος
τῶν ἐκ τῆς Ἀκάνθων. τοῦ πρεσβυτέρου μου ἀδελφοῦ
Πετεσούχου καταγνόντος ἐπὶ τῷ εἶναί με
ἐν ἀλλοδημίαι ἐπιβαλόντος ἐπὶ τὴν ὑπάρχουσάν
μοι οἰκίαν ὁμοροῦσαν δὲ τῆι ἑαυτοῦ κατέσπασεν
πλείονα φορτία καὶ κατεχρήσατο εἰς τὴν
ἑαυτοῦ οἰκοδομὴν οὐ μόνον δʼ ἀλλὰ καὶ περιτειχίσας
αὐτῆς ἡμετέρας αὐλῆς τὸ πλεῖστον μέρος προσείληφεν τοῖς ἑαυτοῦ τόποις, ἔτι δὲ καὶ ὀφείλων μοι
τὸ πρὸς μέρος ὧν ἐκτέτικα ὑπὲρ τοῦ σημαινομένου ἡμῶν πατρὸς ἔτι περιόντος
ἀκολούθως αἷς τέθειταί μοι ὁ πατὴρ ἀσφαλείαις
κατὰ τῶν ὑπαρχόντων ὥστε πρᾶξαί με
τὸν ἀδελφὸν ἀργυρίου δραχμὰς ρν καὶ ταύτας ἀπαιτούμενος
οὐχ ὑπομένει ἀποδοῦναι· διὸ ἀξιῶ
[…]… αὐτὸν ἐπὶ Σαραπίωνα
[…]στρατηγὸν ὅπως
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.