no image
DDbDP-text
Σαντοβίθυι ἀρχισωματοφύλακι καὶ στρατηγῶι
παρὰ Ἐσοροήριος τοῦ Πετοσείριος τῆς ἐπιγονῆς.
ἀδικοῦμαι ὑπὸ Νεοπτολέμου τοῦ Νεοπτολέμου,
οὗ τὴν πατρίδα ἀγνοῶ, τὸ τεταγμένον ἔχοντος
ἐν Συήνηι στρατιωτῶν. ὑπαρχούσης μοι οἰκίας ἐντὸς
τοῦ ἐν Συήνηι φρουρίου καὶ αὐτοῦ ὄντος σταθμούχου
ἐν μὲν τοῖς ἔμπροσθεν χρόνοις ὄντος μου αὐτῶι
ἀνεγκλήτου, νυνὶ δὲ ἐν τῶι Μεχεὶρ μηνὶ τοῦ λγ ἔτους
ἀντιλογίαν μοι συστησαμένου ἐξεπίτηδες
ἕως μὲν ἐλοιδόρει με πολλὰ καὶ ἀσχήμονα, ἀνομίαι
δέ τινι χρησάμενος διέκοψεν τὰ ἐφύπερα τοῦ
ἄνω οἴκου ὥστʼ ἄν κονιορτοῦσθαί με διὰ παντός.
οὐκ ἀρκεσθεὶς δʼ ἐπὶ τούτοις χρησάμενος τῆι περὶ
αὐτὸν μοχθηρᾶι ἀγωγῆι ἐπιλαβόμενός μου ἐν τῇ
αὐλῆι ἔτυπτόν με πληγαῖς πλείοσι εἰς ὃ τύχοι
μέρος τοῦ σώματός μου παρόντων τινῶν …κα
ἐ[…]ην. ἐπεὶ δὲ καὶ διὰ ταύτην τὴν
αἰτίαν κεχώρισμαι εἰς τὸν Ὀμβίτην ἐν […]
[…]καιλ[…]
…[…] ὑβρίζει ἐμὲ παρὰ τὸ καθῆκον.
ἐπεὶ δὲ παραγέγονας ἐπὶ τοὺς τόπους βοηθὸς γινόμενος
τῶι[…]ἀδικουμένῳ ἀξιῶ ἐὰν φαίνηται
ἐπ[…]ἡμᾶς, ὅπως ἐκ τῆς γενομένης […]
ἐπ[…] ἐπισκέψεως τύχω τῶν δικαίων.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.