no image
DDbDP-text
Erneuerung eines Ehevertrags, Alexandrien via HGV-meta
Renewal of marriage between Dionysia and Ammonios. A marriage agreement submitted to the official Protarchos in Alexandria by Dionysia and Ammonios, a couple who had separated and were now reuniting. It records her dowry worth 200 drachmas, sets out the mutual obligations of husband and wife, and mentions their daughter Ammonarion. Dated 3 April 13 BC. machine translation
Linked by Trismegistos ID
TM 18539.
Each record below describes this same artifact or text from a different angle.
κόλλημα
Πρωτάρχωι
παρὰ Διονυσίας τῆς Διονυσίου ἀστῆς μετὰ κυρίου Ευ…σιονος τοῦ ὁμοίως
καὶ παρὰ Ἀμμωνίου τοῦΔιονυσίου Ἀλεξανδρέως. ἐπεὶ συνόντες ἑαυτοῖς
ἔτη[…] ἐχωρίσθημεν ἀπʼ ἀλλήλων, τὰ δὲ νῦν εἰς τὸν αὐτὸν κατηντηκέναι βίον συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ εἴληφεν
ὁ Ἀμμώνιος παρὰ τῆς Διονυσίας διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα καὶ ἐνωτίων
χρυσῶν ζεῦγος τεταρτῶν δύο καὶ ψέλια ἀργυρᾶ
δ ἕκαστον ὁλκῆς δραχμῶν δ
καὶἐπίσημον τὰ δὲ πάντα εἰς λόγον ἀργυρίου δραχμῶν διακοσίων , ἀπὸ τοῦ νῦν
τὸν Ἀμμώνιον χορηγεῖν αὐτὸν τῇ Διονυσίαι τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν
ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μηδὲ ἐγβάλλειν
μηδὲ ὑβρίζειν μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιολίαι
τῆς πράξεως γεινομένης τῇ Διονυσίαι ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων
καθάπερ ἐκ δίκης, καὶ τὴν δὲ Διονυσίαν συντηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν
κοινὸν βίον δίκαια μήτε ἀπόκοιτον μηδʼ ἀφήμερον γείνεσθαι ἀπὸ τῆς οἰκίας
ἄνευ τῆς Ἀμμωνίου γνώμης μηδὲ φθείρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν
οἶκον μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην
κριθεῖσαν στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμωι
καὶ ἐν ἡμέραις δὲ χρηματιζούσαις ε ἀφʼ ἧς ἐὰν ἀλλήλοις προείπωμεν, θησόμεθα
καὶ διὰ τῶν ἱεροθυτῶν τοῦ συνοικισίου συγγραφὴν … καὶ τὰ καθήκοντα
καὶ τὸ γεγονὸς ἡμῖν ἐξ ἀλλήλων παιδίον θῆλυ ᾧ ὄνομα Ἀμμωνάριον
…[…]ροις δʼ εἰς τὸ παιδίον ὡς ἐὰν ἐπὶ τοῦ καιροῦ κοινῶς κρίνωμεν … ἀξιοῦμεν …
ἔτους ιζ Καίσαρος Φαρμοῦθι ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.