no image
DDbDP-text
Marriage agreement between Thermion and Apollonios son of Ptolemaios. A marriage agreement (synchoresis) addressed to Protarchos, in which Thermion, with her guardian, and Apollonios son of Ptolemaios declare that they have joined in a common life. Apollonios acknowledges receipt of a small dowry of gold earrings and silver, and the mutual obligations of husband and wife are set out. It was drawn up in Alexandria on 15 April 13 BC. machine translation
Linked by Trismegistos ID
TM 18495.
Each record below describes this same artifact or text from a different angle.
[1]
κόλλημα
Πρωτάρχωι
παρὰ Θερμίου τῆς Ἀπίωνος μετὰ κυρίου
τοῦ Ἀπολλωνίου τοῦ Χαιρέου καὶ παρὰ Ἀπολλωνίου τοῦ Πτολεμαίου. συνχωροῦσιν Θέρμιον
καὶ Ἀπολλώνιος Πτολεμαίου συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ αὐτὸς Ἀπολλώνιος Πτολεμαίου εἰληφέναι παρὰ τῆς Θερμίου διὰ χειρὸς ἐξ οἴκου φερνάριον ἐνωτίων χρυσῶν ζεῦγος τετάρτων τριῶν καὶ ἀργυρίου δραχμῶν …
ἀπὸ τοῦ νῦν τὸν Ἀπολλώνιον Πτολεμαίου
χορηγεῖν τῇ Θερμίῳ τὰ δέοντα πάντα
καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ
κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ
κακουχεῖν αὐτὴν μηδὲ ἐγβάλλειν μηδὲ
ὑβρίζειν μήδʼ ἄλλην γυναῖκα ἐπεισάγειν
ἢ ἐκτίνειν παραχρῆμα τὸ φερνάριον
σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Θερμίῳ
ἔκ τε αὐτοῦ Ἀπολλωνίου τοῦ Πτολεμαίου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, καὶ τὴν δὲ Θέρμιονσυντηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ
τὸν κοινὸν βίον δίκαια καὶ μήτε ἀπόκοιτον μήτε ἀφήμερον γίνεσθαι
ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἀπολλωνίου τοῦ Πτολεμαίου γνώμης μηδὲ φθείρειν
μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον
μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν
τούτων τι διαπραξαμένην κριθεῖσαν
στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ
τὸν παραβαίνοντα ἐνέχεσθαι καὶ τῷ
ὡρισμένῳ προστίμωι.
ἔτους ιζ Καίσαρος Φαρμοῦθι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.