no image
DDbDP-text
Divorce via APIS-papyrus
Divorce agreement between Zois and Antipatros. A divorce agreement submitted to Protarchos, head of a court in Alexandria, by Zois daughter of Herakleides, with her brother as guardian, and Antipatros son of Zenon. Zois acknowledges recovering her dowry of clothing worth 120 drachmas and a pair of gold earrings, both renounce further claims, and each is free to remarry; it is dated 28 March 13 BC. machine translation
Linked by Trismegistos ID
TM 18541 18542.
Each record below describes this same artifact or text from a different angle.
κόλλημα
Πρωτάρχωι
παρὰ Ζωίδος τῆς Ἡρακλείδου μετὰ κυρίου τοῦ ἀδελφοῦ Εἰρηναίου τοῦ Ἡρακλείδου
καὶ παρὰ Ἀντιπάτρου τοῦ Ζήνωνος. συνχωροῦσιν Ζωὶς καὶ Ἀντίπατρος κεχωρίσθαι
ἀπʼ ἀλλήλων τῆς συστάσης αὐτοῖς συμβιώσεως κατὰ συγχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ ἐνεστῶτι ιζ ἔτει Καίσαρος
Ἁθύρ, ἡ δὲ Ζωὶς ἀπεσχηκέναι παρὰ τοῦ
Ἀντιπάτρου διὰ χειρὸς ἐξ οἴκου ἃ εἶχεν εἰς
φερνάριον ἱματίδια ἐν ἀργυρίου δραχμαῖς
ἑκατὸν εἴκοσι καὶ ἐνωτίων χρυσῶν
ζεῦγος· εἶναι μὲν αὐτόθεν ἄκυρον
τὴν τοῦ γάμου συνχώρησιν, μὴ ἐπελεύσεσθαι δὲ τὴν Ζωίδα μηδʼ ἄλλον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἀντίπατρον
περὶ ἀπαιτήσεως τοῦ φερναρίου, ἀμφοτέρους δὲ ἐπʼ ἀλλήλους μήτε περὶ
συνβιώσεως μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης
ἡμέρας, ἀφʼ ἧς καὶ ἐξεῖναι τῇ μὲν
Ζωίδι συναρμόζεσθαι ἄλλῳ ἀνδρὶ
καὶ τῷ δὲ Ἀντιπάτρῳ ἄλλῃ γυναικὶ ἀμφοτέροις ἀνυπευθύνοις οὖσι,
καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι τὸν
παραβαίνοντα τοῖς τε βλάβεσι
καὶ τῷ ὡρισμένῳ προστίμωι.
ἔτους ιζ Καίσαρος Φαρμοῦθι β
ιθ
κόλλημα
[…] Πτολεμαι …ελ …κλης Γαβινιου …
[…] Ἀπολλωνίῳ … δάνειον διὰ χειρὸς δραχμῶν ρ ἀρχι
καὶ ἐν Ἀλεξανδρέαι τοῦ … Φαρμοῦθι
… πρὸς τὸ βῆμα καὶ ἀπέχειν […]
[…]…δα…[…]
[…]…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.