Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1157
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Πρωτάρχωι παρὰ Ἀμμωνίου τοῦ καὶ παρὰ Πνεφερῶτος τοῦ καὶ Πιεσιήους τοῦ καὶ Πετεαρενφόις τοῦ Πιεσιήους. ἐπεὶ κατὰ συνχωρήσεις τρεῖς τὰς τελειωθείσας διὰ τοῦ κριτηρίου κατὰ μὲν μίαν τὴν γεγονυῖαν ἐν τῷ τετάρτῳ ἔτει Καίσαρος Παῦνι ὁμολογήκασιν ἀπέχειν ὅ τε Πνεφερὼς καὶ Πιεσιῆς καὶ ἔτι Πετεαρενφόις Πιεσιῆος παρὰ τοῦ Ἀμμωνίου ἀργυρίου δραχμὰς χιλίας τριάκοντα δύο ἐντόκους, κατὰ δὲ τὴν ἑτέραν ὡμολόγηκεν ὁ Ἀμμώνιος κομισάμενος ταύτας καὶ τοὺς τόκους ἀνοίσειν εἰς τοὺς τρεῖς συνχώρησιν περὶ μισθοπρασίας τῆς ὑπαρχούσης αὐτῷ σκάφης ξυλη γοῦ πηχῶν τριάκοντα πέντε πλάτους πηχῶν ἕνδεκα, κατὰ δὲ τὴν τρίτην ἑτεραν συνχώρησιν τὴν γεγονυῖαν ἐν τῶι ἐννεακαιδεκάτωι ἔτει Καίσαρος Ἐπεὶφ τὸν Ἀμμώνιον κατειληφότα κομισάμενος παρὰ τοῦ Πνεφερῶτος καὶ Πιεσιήους εἰς τὸ προκείμενον κεφάλαιον ἀργυρίου δραχμὰς τρια κοσίας κατὰ τὸ ὑπʼ αὐτῶν εὐδοκηθὲν ἀνενηνοχέναιανηνενκεν εἰς Πετεαρενφός κατὰ τὸ ὑπʼ αὐτῶν εὐδοκηθὲν περὶ μισθοπρα σίας θε τρίτου μέρους τῆς δηλουμένης σκάφης συνχώρησιν, τὰ νῦν συνχωροῦμεν πρὸς ἑαυτοὺςἑατοὺς ἐπὶ τοῖσδε ὁ Ἀμμώνιος κεκομισμένος παρὰ τοῦ ΠνεφερῶτοςΠνεφερῶς καὶ Πιεσιήους τὰς λοιπὰς τοῦτων δανείου ἀργυρίου δραχμὰς ο ἑπτακοσίας τριάκοντα δύο καὶ τοὺς γεγενημένους τόκους καὶ ποιήσειν ἀκύρους τὰς δηλουμένας τοῦ δανείου καὶ τῆς μισθοπρασίας συν χωρήσεις, αὐτόθεν δὲ μεμισθωκέναι αὐτοῖς Πνεφερῶτι καὶ Πιεσιῆ εἰς χρόνον ἔτη πεντήκοντα ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Καίσαρος τὰ λοιπὰ μέρη δύο τῆς αὐτῆς σκάφης vestiges ἐργάζεσθαι το προσκομίζειν καὶ ὅτι ἐὰν θέλωσι συντελεῖν, αὐτόθεν δὲ μηδετέρους αὐτῶν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα ἐπελεύσεσθαι περὶ κεκομει καὶ τῶν τόκων, βεβαιώσειν δὲ τὰ δύο μέρη τῆς σκάφης δυσὶ παραχρῆμα ἀπαραποδίστως ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα ἐκτίνειν τὸ κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καθάπερ ἐκ δίκης. καθάπερ ἐκ δίκης.Cross-references (3)
- TM-Text 18607 primary
- DDbDP-Text bgu;4;1157 tier-1
- HGV-Text 18607 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.