no image
DDbDP-text
Ἀνδρομάχωι συγγενεῖ καὶ στρατηγῶι καὶ
ἐπὶ τῶν προσόδων
παρὰ Κάστορος τοῦ Πολυδεύκου τῶν
ἐκ κώμης Τοκώεως. ὑπαρχόντων μοι
ἐν τῆι αὐτῆι κώμηι μητρικῶν
τόπων ψιλῶν βίκου ἑνὸς ἡμίσους,
ὧνπερ ἡ κράτησις καὶ κυριεία
περὶ τὴν μητέρα γέγονεν, καὶ
ἐφʼ ὃν περιῆν χρόνον κρατοῦσα δεσπόζουσα ἀνεμποδίστως μηδενὸς
ἁπλῶς διακωλύοντος διετέλει
καὶ […]μετὰ τὴν ταύτης
τελευτήν, κύριε, […]τὸ
προκείμενον …[…]…[…]
προσπέπτωκέν μοι Σεν[…]
Σεμθέως καὶ Στοτόη Πνε[…]
[…]ίωνος τῶν ἐκ τῆς αὐτῆς κώμης
ἐξηλλοτριωκέναι τοὺς σημαινομένους τόπους μηδενὸς
δικαίου ἀντεχομένας, τῆι δὲ
περὶ ἑαυτὰς βίαι καὶ αὐθαδίᾳ
συγχρησαμένας, οἰομένας
διαλαθεῖν καὶ μὴ ὑφέξειν
τὸν περὶ τούτων λόγον. κινδυνεύων οὖν τῶν ἰδίων στερηθῆναι, εἰ μὴ τύχοιμι τῆς παρὰ σοῦ
ἀντιλήψεως, ἀξιῶ ἐὰν φαίνηται
συντάξαι καταστῆσαι αὐτὰς ἐπὶ σὲ
καὶ τυχεῖν με τῶν δικαίων·
αὐτὰς δὲ ὧν προσήκει πρὸς
ἐπίστασιν ἑτέρων μενούσης μοι
τῆς κυριείας καὶ δεσποτείας
τῶν δηλουμένων τόπων
καθότι καί εἰσιν ἡμέτεροι, ἵνʼ ὦ
ἀντειλημμένος.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.