no image
DDbDP-text
Brief des Tryphon (?) an Asklepiades (?) via HGV-meta
Letter from Tryphon to his brother about leases and the sailor Kalatytis. A letter from Tryphon to his 'brother' (probably a colleague) about official and business affairs: the wanderings of a sailor Kalatytis, a strategos, a lease, and the subletting of a ferry and sheep-tax contract by Antilochos. It dates to year 4 of Augustus, 27-26 BC, from Busiris in the Herakleopolite nome. machine translation
Linked by Trismegistos ID
TM 18658.
Each record below describes this same artifact or text from a different angle.
[1]
Τρύφων τῶι ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς
ὑγιαίνειν. καταντήσας ἐκ τῶν ἄνωθεν
τόπων ἐκομισάμην διὰ Σωτηρίχου
[…] ὃ ἐπιτέθεισαι τοῖς παρʼ αὐτοῦ
πιττάκιον, διʼ οὗ μοι ἱστορεῖς τὴν
Καλατύτεως πλάνην, ὃ ἀναγνοὺς
[…]ξάμην τὸν στρατηγὸν ἐφʼ ἧι
ἐστινμισοπονηρίαι, ἐξ ὧν Ἀπολλώνιος
[…] ἔγραψε […]τωι. θέλω οὖν σε
[…]των σημῆναι καὶ
[…]ν ἀναγγέλλοντα
[…]περὶ ὧν ἔγραψας ἐντεύξεων
[…]λει…ρηναι
[…]αιν τῶν ἐνκα…
[…]αν περὶ φων…
[…]τὴν ἀποτομίαν
[2]
τῆς ἀναβάσεως οὐ μόνον χρεωκοπηθῆναι
ἀλλὰ καὶ χορήγησιν ποιεῖσθαι, εἰκός σε μετειληφέναι
παρὰ τοῦ πολυτιμήτου Ποίλιος τοῦ μὴ μεταμελομένου. περὶ οὗ γράψαντός σου εἰς τὸ μὴ
διατρῖψαι αὐτὸν παραγενηθεὶς εἰς Δικωμίαν
ἠσπασάμην ἐπιθέντος αὐτοῦ πιττάκιον καὶ
ἀποτριβομένου μου καὶ ἵνα μὴ ἐκπέσηι ἀποτετρῖφθαί με αὐτὸ ἐδεξάμην. ἵνα δὲ εἰδῇς
τὸ ὄρθριον τοῦ ἀνθρώπου, πέπομφά σοι ἣν τέθειται
μίσθωσιν, περὶ ὧν ἐμνήσθην ἁλιευτ[…]…σιολας
δὲ ὑπὸ τούτου πρὸςΠετεῆσιν μὴ προσεχ[…]
παρʼ ἡμῶν. τὸ δὲ πάντων χείρω τὸ[…] τουν
πορθμεῖον τῆς τῶν προβάτων ὠνῆς[…]ης
τῶν ἕως τοῦ συνκεχωρισμένου τ…τασνωε…[…]
ὠνῶν ἐπιβαλομένου Ἀντιλόχου καθάπερ ἐπὶ
τῶν ἄλλων διαμισθοῦν, καὶ σοῦ μνησθέντος δαν
τοῦτον συνχρησάμενον τῶι ἄνωθεν ἐπιν…αι τῇ
χρείᾳ σου διαμισθοῦν δόξας συνκαταριθμεῖσθαι, τῆς
ληγομένης ὠνῆς σοῦ μνησθέντος εἰς τὸ νῦν
[3]
ἐν μηδενὶ ἀντιλογίαν
γενηθῆναι ἐξέστην. καὶ ἐμοῦ
αὐθεντηκότος πρὸς αὐτὸν
περιποιῆσαι Καλατύτει
τῶι ναυτικῶι ἐπὶ τῷ
αὐτῶι φόρωι ἐν τῆι ὥραι
ἐπεχώρησεν. τὴν δὲ
μετὰ ταῦτα ἐξηκολουθηκυῖαν ὕβριν μεταπεμφθεὶς ὑπὸ σοῦ ὁ
Καλατύτις ἐξηγήσατό μοι ἀκεραίως.
τὰ δὲ ἄλλα χαριεῖ τοῦ σώματος
ἐπιμελόμενος ἵνʼ ὑγιαίνῃς, ὃ δὴ
μέγιστον ἡγοῦμαι.
ἔρρωσο. ἔτους δ […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.