Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.5.1210
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τοῦ γνώμονος, ὃν ὁ θεὸς Σεβαστὸς τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ παρεστήσατο, καὶ τῶν ὑπὸ χεῖρα αὐτῷ προσγεγονότων ἤτοι ὑπὸ αὐτοκρατόρων ἢ συνκλή του ἢ τῶν κατὰ καιρὸν ἐπάρχων ἢ ἰδίων λόγων τὰ ἐν μέσῳ κεφάλαια συντεμὼνσυντελων ὑπέταξά σοι, ὅπως τῇ τῆς ἀναγραφῆς ὀλιγομερίᾳ τὴν μνήμην ἐπιστή σας εὐχερῶς τῶν πραγμάτων περικρατῇς. α ὧν ὁ φίσκος ἀναλαμβάνει τὰς οὐσίας, τούτων τοὺς τάφους περιεωρᾶτο. ὁ δὲ θεὸς Τραιανὸς μαθὼν ὅτι ἁπλῶς ἐπὶ προστροφῇ τοῦ φίσκου καὶ τῶν δα νιστῶν πλείονος ἐπιμελείας τοὺς τάφους καταξι οῦσι, τὰ μὲν μνήματα αὐτοῖς συνεχώρησεν, τὰ δὲ κηποτάφια ἢ τοιαῦτα πωλεῖσθαι ἐκέλευσεν καὶ ἐντεινάμενος μόνοις χρεώσταις τοῦ φίσκου ἐκμπτορσιελημς μένειν συνεχώρησεν τοὺς τάφους αὐτῶν οἷοι ἐὰν ὦσι. β ιας τάφους ἀκαταχρηματίστους πωλεῖν οὐδενὶ ἐξὸν ἢ μόνοις Ῥωμαίοις. ὁ γὰρ θε ὸς Ἁδριανὸς εἶπεν μηδὲν εἶναι παρὰ Ῥωμαίοις ἀκαταχρημάτιστον. γ τῶν εἰς ἀρχὴν εἰς ἴδιον λόγον εἰσδιδομένων ὁ πόρος πρὸ δκου κρατεῖται τέταρτον. δ τῶν τελευτώντωντελευτων ἀδιαθέτωςἀδιαθέτων οἷς οὐδείς ἐστιν ἄλλος κατὰ νόμους κληρονόμοςκληρονομους τὰ ὑπάρχοντα τῷ φίσκῳ προσκρίνεταιπροσκρείνεται. ε τὰ ὑπὸ Ἀλεξανδρέων οἷς οὐ προσήκει διατασσόμενα χωρεῖ τοῖς κατὰ νόμους αυ κληρονομεῖν αὐτοὺς δυναμένοις, ἐάν περ ὦσι καὶ ἐπιδικάζωνταιἐπιδικάζονται. ϛ Ἀλεξανδρεῖ οὐκ ἐξὸν διατάξαι γυναικὶ γενεᾶς αὐτῷ ἐξ αὐ τῆς μὴ οὔσης πλέον τετάρτου μέρους ἧς ἔχει περιουσίας, τέκνων δὲ αὐτῷ ἐξ αὐτῆς ὄντων οὐ πλείονος ἐξὸν μερίζειν τῇ γυναικὶ ἢ ὅσων ἐὰν ἑκάστῳ τῶν υἱῶν διατάξῃ. ζ διαθῆκαι, ὅσαι μὴ κατὰ δημοσίους χρηματισμοὺς γείνων ται, ἄκυροί εἰσι. η ἐὰν Ῥωμαικῇ διαθήκῃδιακθήκῃ προσκέηταιπροσκαίηται ὅτι ὅσα δὲ ἐὰν διατά ξω κατὰ πινακίδας Ἑλληνικὰς κύρια ἔστω, οὐ παραδεκτέα ἐστίν, οὐ γὰρ ἔξεστιν Ῥωμαίῳ διαθήκην Ἑλληνικὴν γράψαι. θ τοὺς ἀπελευθέρους τῶν ἀστῶν ἀτέκνους καὶ ἀδιαθέτουςδιαθετους τελευτῶν τας κληρονομοῦσιν οἱ πάτρωνες ἢ οἱ τούτων υἱοί, ἐὰν ὦσι καὶ ἐπιδικάζονται, θυγατέρες δὲ ἢ ἄλλος τις οὐ κληρονο μήσουσι ἀλλὰ ὁ φίσκος. ι ὅσα ἐὰν ἀπελεύθερος διατάξηταί τινι οὐκ ὄντι τῆς αὐτῆς τάξεως, ἀναλαμβάνεται. ια γυνὴ Κρηνέα τέκνον οὐ κληρονομεῖ. ιβ τὰ ἐκ Κρηνέας καὶ ξένου γενόμενα τέκνα τοὺς γονεῖς ἀμφο τέρους κληρονομεῖ. ιγ τὰ ἐξ ἀστῆς καὶ ξένου γενόμεναγεναμενα τέκνα ξένα γείνεται καὶ οὐ κληρονομεῖ τὴν μητέρα. ιδ οὐκ ἐξὸν ἀστῷ ἀπελευθέροις διατάσσειν πλέον φ δραχμῶν ἢ μηνιαίωνμηναιων δραχμῶν ε. ιε οὐκ ἐξὸν ἀπελευθέραις ἀστῶν διατίθεσθαι ὥσπερ οὐδὲ ἀσταῖς. ιϛ ὅσα ἀπελευθέροις Ῥωμαίωνρωμαιους διατάσσεται ἐπὶ τῷ καὶ εἰς ἐγγόνους αὐτῶν ἐλθεῖν, ἐὰν ἀποδειχθῇ τὰ ἔγγονα μηδέπω γεγονότα ὅτε ἡ διάταξις ἐγράφετο, ἐγλιπόντων τῶν λαβόντων ἀναλαμβάνεται. ιζ τὰ καταλειπόμενα εἰς θυσίας κατοιχομένων, ὅταν μηκέτι ὦσιν οἱ ἐπιμεληθησόμενοιεπιμελεθησομενοι τούτωντουτούτου, ἀναλαμβάνεται. ιη τὰς κατὰ πίστιν γεινομένας κληρονομίας ὑπὸ Ἑλλήνων εἰς ὑπὸ Ῥω μαίουςρωμαιων ἢ ὑπὸ Ῥωμαίων εἰς Ἕλληνας ὁ θεὸς Οὐεσπασιανὸς ἀνέλαβεν, οἱ μέντοι τὰς πίστεις ἐξομολογησάμενοιἐξωμολογησάμενοιεξωμολογησαντες τὸ ἥμισυ εἰλήφασι. ιθ τὰ διατασσόμενα ἀπελευθέροις οὐδέπω ἐσχηκόσι νομίμην ἀπελευθέρωσιν ἀναλαμβάνεται. νομίμη δέ ἐστιν ἀπελευθέρω σις, ἐὰν ὁ ἀπελευθερούμενοςαπολευθερουμενος ὑπὲρ τρίακοντατρίοκοντα ἔτη ἦν γεγονώς. κ δούλῳδουλευ ἐν δεσμοῖς γενομένῳ καὶ ὕστερον ἀπελευθερωθέντι ἢ καὶ μηδέπω τριάκοντα ἐτῶν γενομένῳ τὰ διατασσόμενα ἀναλαμβάνεται. κα ὁ ἐλευθερωθεὶς ἐντὸς τριάκοντα ἐτῶν καὶ οὐινδίκτανοὐιδίκταν λαμβάνων διʼ ἐπάρχουἐπαρχος ἴσος ἐστὶν τῷ μετὰ τριάκοντα ἔτη ἐλευθερωθέντι. κβ τῶν τελευτώντων Λατίνων τὰ ὑπάρχοντα δίδοται τοῖς πάτρω σιυιαρωσι καὶ υἱοῖς αὐτῶν καὶ θυγατράσι καὶ κληρονόμοις, τὰ δὲ διατασσό μενα ὑπὸ μηδέπω ἐσχηκότωνεσχηκοσι νομίμην ἐλευθερίανἐλευθερείανελευθερωσιν Ῥωμαῖος ἀναλαμβάνεται. κγ οὐκ ἐξὸν Ῥωμαίοις ἀδελφὰς γῆμαι οὐδὲ τηθίδας, ἀδελφῶν θυγατέρας συνκεχώρηται. Παρδαλᾶς μέντοι ἀδελφῶν συν ελθόντων τὰ ὑπάρχοντα ἀνέλαβεν. κδ τὴν διδομένην προῖκαπροοῖκα ὑπὸ γυναικὸς Ῥωμαίας ὑπὲρ πεν τήκοντα ἔτη γεγονυίας ἀνδρὶ Ῥωμαίῳ ἐντὸς ἑξήκοντα ἐτῶν γεγονότι μετὰ θάνατον ὁ φίσκος ἀναλαμβάνειαναλαμβανεται. κε ὁμοίως καὶ τὴν διδομένην ὑπὸ γυναικὸς ἐντὸς ν ἐτῶν οὔσης ἀνδρὶ ὑπὲρ ἑξήκοντα ἔτη γεγονότι ἀναλαμβάνειἀναλαμβανεται. κϛ καὶ ἂνκἂν Λατείνα ὑπὲρ πεντήκοντα ἔτη δῷ τι ὑπὲρ ἔτη ὁμοίως ἀναλαμβάνει. κζ ὅσα ῬωμαῖοςῬωμαῖοις ἑξηκονταετὴς ἄτεκνος ἀγύναιος ὢν κληρονο μεῖ, ἀναλαμβάνεται. ἐὰν δὲ ἔχῃ γυναῖκαγυναῖκαν τέκνα δὲ μὴ καὶ ἑαυ τὸν προσανγείλῃ, τὸ ἥμισυ αὐτῷ συνχωρεῖται. κη γυνὴ ἐὰν ᾖ ἐτῶν ν, οὐ κληρονομεῖ, ἐὰν δὲ ἡττόνων καὶ ἔχῃ τέ κνα γ, κληρονομεῖ, ἀπελευθερικὴ δέ, ἐὰν ἔχῃ τέκνα τέσσαρα . κθ Ῥωμαία ἐνγενὴς ἔχουσα οὐσίαν σηστερτίων κ, μέχρι ἄγαμός ἐστιν, δίδωσι κατʼ ἔτος ἑκατοστήν, καὶ ἀπελευθερικὴ δὲ ἔχου σα σηστερτίων κ τὸ αὐτὸ δίδωσι, ἕως ἂν γαμήσῃ. λ αἱ καταλειπόμεναι κληρονομίαικληρονομείαι γυναιξὶ Ῥωμαίαις ἐχού σαιςεχουσι οὐσίας σηστερτίων ν ἀγάμοις καὶ ἀτέκνοις ἀναλαμβάνονταιἀναλαμβανεται. λα Ῥωμαίᾳ ἐξὸν ἀνδρὶ καταλείπειν τὸ δέκατον ὧν κέκτηται, ἐὰν δὲ πλείονα, ἀναλαμβάνεται. λβ ῬωμαῖοιῬωμαίοις ὑπὲρ ἑκατὸν σηστέρτια ἔχοντες ἄγαμοι καὶ ἄτεκνοι οὐ κληρονομοῦσι, οἱ δὲ ἔλαττον ἔχοντες κληρονομοῦσικληρονουμουσι. λγ Ῥωμαίᾳ οὐκ ἐξὸν ὑπὲρ τὴν καλουμένην κουη εμπτιωνα δια τάσσειν· ἀνελήμφθη δὲ καὶ ληγᾶτονληγαδον καταλειφθὲν ὑπὸ Ῥωμαί ας ἀφήλικι Ῥωμαίᾳ. λδ τοῖς ἐν στρατείᾳ καὶ ἀπὸ στρατείας οὖσι συνκεχώρηται διατίθεσθαι καὶ κατὰ Ῥωμαικὰς καὶ Ἑλληνικὰς διαθήκας καὶ χρῆσθαι οἷς βού λωνται ὀνόμασι, ἕκαστον δὲ τῷ ὁμοφύλῳ καταλείπειν καὶ οἷς ἔξεστιν. λε τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοις καὶ συγγενέσισυνγενέσει κληρονομεῖν, ὅταν τοῦ αὐτοῦ γένους ὦσι οἱ μετερχόμενοι. λϛ τῶν ἐπὶ φόνοις ἢ μείζοσινμίζοσιν ἁμαρτήμασιν κολαζομένων ἢ καὶ διʼ ὁ μοίας αἰτίας αὐθαίρετοναὐθέρετοναυθειερρετον φυγὴν ἑλομένων τὰ ὑπάρχοντα ἀναλαμβάνεται, δίδοται δὲ τοῖς τέκνοις αὐτῶν τὸ δέκατον καὶ ταῖς γυναι ξὶν αἱ ἐν ἀργυρίῳ προῖκες, καὶ αὐτοῖς δὲ τὸ δωδέκατον Ἀντωνῖνος Καῖσαρ ὁκ κύριος συνεχώρησεν. λζ οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαντες ἀκαταλ λήλως ἐζημιώθησαν οἱο μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμισείᾳ, οἱ δὲ ἐξ ὅλων. λη οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι, ἀμ φοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς. λθ Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων ἢ ἀστοῖς7 Αἰγυπτίοις τὰ τέκνα τῷ ἥττονιἥγτονι γένει ἀκολουθεῖ. μ τὰ περὶ τῶν ἐισαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέων πολιτείανπολειτίαν νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως. μα ἐὰν ΑἰγύπτιοςΑἰγυπτιόο ἐκ κοπρίας ἀνέληται παῖδα καὶ τοῦτον υἱοποιήσηται, μετὰ θάνατον τεταρτολογεῖται. μβ οἱ ἀκαταλλήλως χρηματίζοντες τεταρτολογοῦνται καὶ οἱ εἰδότες καὶ συνχρηματίσαντες αὐτοῖς τεταρτολογοῦνται. μγ Αἰγυπτίων μετὰ τελευτὴν τοῦ πατρὸς γραψάντων τὸν πατέρα Ῥω μαῖον τέταρτον ἀνελήμφθη. μδ Αἰγυπτίου ἀπογραψαμένου υἱὸν ὡς ἐφηβευκότα τῶν δύο τέταρτον ἀναλαμβάνεται. με ἐὰν ἀστὸς Αἰγυπτίαν γαμῆ καὶ τελευτήσῃ ἄτεκνος, ὁ φίσκος τὰ ἐπίκτητα αὐτοῦ ἀναλαμβάνει, ἐὰν δὲ τέκνα ἔχῃ, τὸ δίμοιρον ἀναλαμβάνει. ἐὰν δὲ ἦν προτετεκνωκὼςπροτετεκνὼς ἐξ ἀστῆς καὶ ἔχῃ τέκνα γ ἢ καὶ πλείονα, τούτοις χωρεῖ καὶ τὰ ἐπίκτητα, ἐὰν δὲ δύο τὸ τέταρτον ἢ τὸ πέμπτον, ἐὰν δὲ ἓν τὸ ἥμισυ. μϛ Ῥωμαίοις καὶ ἀστοῖς κατʼ ἄγνοιαν Αἰγυπτίαις συνελθοῦσισυνελθουσαις συνεχω ρήθη μετὰ τοῦ ἀνευθύνους εἶναι καὶ τὰ τέκνα τῷ πατρικῷ γένει ἀκολουθεῖ. μζ ἀστὴ συνελθοῦσα Αἰγυπτίῳ κατʼ ἄγνοιαν ὡς ἀστῷ ἀνεύθυνός ἐστιν. ἐὰν δὲ καὶ ὑπὸ ἀμφοτέρων ἀπαρχὴ τέκνων τεθῇ, τηρεῖται τοῖς τέκνοις ἡ πολιτεία. μη ἀστοὶαστοις γήμαντες Νησιώτιδας ὅμοιοί εἰσι τοῖς Αἰγυπτίοις συνελθοῦσι. μθ ἀπελευθέροις Ἀλεξανδρέων οὐκ ἐξὸν Αἰγυπτίαν γῆμαι. ν ἀπελευθέρας ἀστοῦ τετεκνωμένης ἐξ Αἰγυπτίου Νωρβᾶνος τὰ ὑπάρ χοντα ἀνέλαβεν, Ῥοῦφος δὲ τοῖς τέκνοις ἔδωκε. να Σύρου καὶ ἀστῆς υἱὸς ἔγημεν Αἰγυπτίαν καὶ κατεκρίθη ὡρισμένον κεφάλαιον. νβ Ῥωμαίοις ἐξὸν Αἰγυπτίαν γῆμαι. νγ αἱ ἀγόμεναι ὑπὸ μισσικίων γυναῖκες Αἰγύπτιαι, ἐὰν χρηματίσωσι ὡς Ῥω μαῖαιῬωμαῖα, τῷ τῆς ἀκαταλληλίας κρατοῦνταικρατειται. νδ θυγατρὶ μισσικίου Ῥωμαίᾳ γενομένῃ Οὖρσος οὐκ ἐπέτρεψε κληρονομῆσαι τὴν μητέραμητέραν Αἰγυπτίαν οὖσαν. νε ἐὰν Αἰγύπτιος λαθὼν στρατεύσηται ἐν λεγεῶνι, ἀπολυθεὶς εἰς τὸ Αἰγύπτιον τάγμα ἀποκαθίσταται. ὁμοίως δὲ καὶ οἱ ἐκ τοῦ ἐρε τικοῦ ἀπολυθέντες ἀποκαθίστανται πλὴν μόνων τῶν ἐκ ΜισηνῶνΜησινῶν στόλου. νϛ οἱ στρατευόμενοι καὶ μὴ νομίμην ἔχοντες ἀπόλυσιν, ἐὰν χρη ματίσωσι ὡς Ῥωμαῖοι, τεταρτολογοῦνται. νζ Παραιτονίων τῶν συνερχομένων γυναιξὶν ἀλλοφύλοιςἀλλοφυλους ἢ Αἰγυπτίαις τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ. νη οἱ μὴ ἀπογεγραμμένοιαπογραψαμενοι ταῖς κατʼ οἰκίαν ἀπογραφαῖς ἑαυτούς τε καὶ οὓς δεῖ τεταρτολογοῦνται, καὶ ἐὰν δυσὶν ἀπογραφαῖς μὴ ἀπογραψάμενοιαπογεγραμμενοι εἰσδοθῶσιν, δὶςἓν τέταρτον αναλα κατακρίνονται. νθ Ῥωμαῖοι καὶ Ἀλεξανδρεῖς μὴ ἀπογραψάμενοι οὓς δεῖ, ἐάν τε ἕνα ἐὰν τε πλείους, ἓν τέταρτον κατακρίνονται. ξ οἱ μὴ ἀπογραψάμενοι ἀνδράποδα μόνων τῶν ἀνδραπόδων στέρονταιστέρωνται. ξα τῶν ἀναπογράφων δούλων ἡ ἐπαφὴἐπιγονὴ δίδοται τοῖς δεσπόταις, ἐάν περ μηδένα πόρον ἔχωσι ἢ μη μόνους τοὺς δούλους. ξβ οἱ ἐν στρατείᾳ ὄντες ἀναπόγραφοι οὐ κρατοῦνται, γυναῖκες δὲ αὐτῶν καὶ τέκνα εὐθύνονται. ξγ οἱ εὐθυνόμενοι ὡς μὴ ἀπογραψάμενοι τῇ προτέρᾳ ἀπογραφῇ, ἐὰν ἡ προσθήκη μέχρι γ ἐτῶν ᾖ, συνγνωμονοῦνται. ξδ τὰ περὶ τῶν χωρὶς ἀποστόλου ἐκπλεόντων νῦν ἡγεμονικῆς δια γνώσεως ἐγένετο. ξε δοῦλοι κατʼ ἄγνοιαν τοῦ δεσπότου ἐξαχθέντες ἐπράθησαν. ξϛ οἱ ἐξὸν ἐκπλεῖν ἀναπόστολοι πλέοντες τριτολογοῦνται, ἐὰν δὲ δούλους ἰδίους ἐξάγωσιν ἀναποστόλους, ἐξ ὅλων ἀναλαμβάνονται. ξζ οἱ Αἰγυπτίων δούλων οἰκογενεῖςοικογονεις τάσσοντες ἢ πωλοῦντες ἀπὸ οἰκογενείας ὑπὲρ τοῦ ἐκπλεῖν αὐτοὺς ὅτε μὲν ἐξ ὅλων ὅτε δὲ ἐξ ἡμίσους ὅτε δὲ ἐκ τετάρτου ἀνε λήμφθησαν· κατὰ τῶν συνγνόντων ἐπίτιμαἐπίτειμα ὡρίσθη· τῶν μέντοι οἰκογε νῶν, καὶ ἂνκὰ̓̀ν μὴ Αἰγυπτίων μητέρων ὦσιν, τὸ μητρικὸν γένος οὐκ ἐξετάζεται. ξη Ῥωμαῖος ἐκπλεύσας μὴ πλήρη τὰ πρὸς ἔκπλουν γράμματα ἐσχηκὼς κατεκρίθη τάλαντον . ξθ Αἰγυπτία διὰ Πηλουσίου δούλους ἐκπέμψασα σὺν υἱοῖς υμένοις κατε κρίθη τάλαντον α δραχμὰς Γ. ο τοῖς ἐν δημοσίαις χρείαις οὖσι οὐκ ἐξὸν ὠνεῖσθαι ἢ δανείζειν ἐν οἷς πραγμα τεύονται τόποις οὐδὲ ἰδίοις αὐτῶν οὐδὲ ἐξ ὑπολόγου οὐδὲ ἐκ προκηρύξεως ὅλου νομοῦ, οἱ δὲ ὑπόβλητοι τῶν τοιούτων γεινόμενοι εὐθύνονται τῷ ἴσῳ, καὶ αἱ ἀντικαταλλάξειςἀντικαταλάξεις ἐνίοτε ἐκρατήθησαν· τὰ δὲ ἐπίτιμα τὰ τοιαῦτα, ἐὰν μὲν παρὰ ἰδιώτου ἀγοράσωσι, τὴν ἴσην τῶν ἠγορασμένων τιμὴν συντί μησιν, ἐὰν δὲ δανείσωσιδανίσωσι, τὸ ἴσον κεφάλαιον, καὶ οἱ ὑπόβλητοι τὰ αὐτὰ κινδύ νῳ ἐκείνων· ἐὰν δὲ πραθέντα, ἣν ἔλαβον καλῇ πίστει τιμήν. οα ἱερεῦσι οὐκ ἐξὸν πρὸς ἄλλῃ χρείᾳ εἶναι ἢ τῇ τῶν θεῶν θρησκείᾳ οὐδὲ ἐν ἐρεᾷ ἐσθῆτι προιέναιπροιναι οὐδὲ κόμην φορεῖν οὐδὲ ἐὰν ξενωθῶσιν τοῦ θείου ψαρ. οβ ἀσφραγίστους μόσχους οὐκ ἐξὸν θύειν· οἱ δὲ παρὰ ταῦτα θύσαντες κατακρίνονταικαρακρινονται δραχμὰς φ ογ ἱερατικὰς προσόδους οὐκ ἐξὸν ἐπιδανείζειν. οδ στολιστὴς καταλιπὼν τὰς θρησκείας κατεκρίθη τὰς προσόδους καὶ ἐπίτιμον δραχμὰς τ. οε ἱερεὺς καταλιπὼνκαταλειπὼν τὰς θρησκείας κατεκρίθη δραχμὰς σ ἐρεᾷ ἐσθῆτι χρησάμενος δραχμὰς σ συριστὴς δραχμὰς ρ παστοφόρος δραχμὰς ρ. οϛ ἱερεὺς ἐρεᾷ ἐσθῆτι χρησάμενος καὶ κόμην φορέσας κατεκρίθη δραχμὰς ΔΑ. οζ αἱ ἐπὶ διαδοχῇδιαδοχαι προφητεῖαι τῷ γένει φυλάσσονται. οη αἱ δὲ πραθεῖσαι ψιλῶςψειλῶς καὶ μὴ ἐφʼ αἱρέσειαἱρέσι πραταί εἰσιν. οθ ἐν παντὶ ἱερῷ, ὅπουουπου ναός ἐστιν, δέον προφήτην εἶναι καὶ λαμβάνει τῶν προσόδων τὸ πέμπτον. π αἱ στολιστεῖαι πραταί εἰσιν. τοὺς προφήταςπροφηται στολισταὶ διαδέχονται. μόνῳ προφήτῃπροαι ἐξὸν τὸ τῆς δικαιοσύνης παράσημον φορεῖν. παστοφόροιςπαστορα οὐκ ἐξὸν ὡς ἱερεῦσι χρηματίζειν. παστοφόροις ἐξὸν ἰδιωτικῶν ἐφίεσθαι τάξεων. ἱερατικὰ γέρα θυγατρὶ φυλάσσεται. ἐὰν ἱερὰ ὀλιγανθρωπῇ, ἐξ ὁμοτίμουὁμνου ἱεροῦ ἐξὸν λαμβάνειν ἱερέας πρὸς κωμασίας. ἐνεαν Ἑλληνικοῖς ἱεροῖς ἐξὸν ἰδιώταις κωμάζειν. μοσχοσφραγισταὶ ἐξὸν λογίμων ἱερῶν δοκιμάζονταιδοκαμιζονται τῶν ἐκ κλίνης ἱερῶν προφῆται οὐ γεύονται ἀλλὰ πτεραφόροιπαστοφόροι. οἱ μὴ πέμψαντες στολίσματα εἰς ἀποθέωσιν Ἄπιδος ἢ Μνέυιδος κατακρίνονται πρόστιμονπρόστειμον. οἱ διὰ σίνος ἢ πάθος ἀθεράπευτονἀθαράπευτον ἀφαιρούμενοι τοῦ ψάρυ ον μὲν τοπι οὐ λαμβάνουσι, τὰς δὲ συντάξεις. τὰ ἐπιγινόμενα τέκνα τοῖς θ ἱερωμένοις οὐχ ἱερᾶται. ἀπὸ καταδίκης ἱερέων οἱ υἱοὶ καθίστανται, οἱ δὲ μετὰ ταῦτα υἱοὶ αὐτῶν ἱερῶνται. κηπριάρτῳ οὐκ ἐξὸν ἱερᾶσθαι τοῖς θάπτουσι τὰ ἱερὰ ζῶια οὐκ ἐξὸν προφητεύειν οὐδὲ ναὸν κωμάζειν οὐδὲ τρέφειν ἱερὰ ζῶια. παστοφόροις οὐκ ἐξὸν κωμάζειν οὐδὲ ἱερέων τάξεων ἀντιλαμβάνεσθαι. ἱερεῖς οὐ κωμάζουσιν πρὸ πτεραφόρωνπαστοφόρων. ἱερατικὴ τάξις ὑπὸ ἰδιωτῶν οὐκ ἐπικρατεῖται. οἱ αἰτησάμενοι ἀναθέματαἀναθήματα ποιῆσαι καὶ ποιήσαντες κατεκρίθησαν δραχμὰς φ ἐπὶ τῷ ποιῆσαιποιιῆσαι. τὸ ὑπὲρ παραχειρογραφίας μέγιστον πρόστιμονπρόστειμον δραχμαὶ φ. οἱ εἰς ῥητὴν προθεσμίαν χειρογραφήσαντες διὰ στρατιωτῶν ἢ τῶν τοιούτων οὐκ εὐθύνονταιἐθύνονται. τοὺς συναλλαγματογράφους ὡρίσθη καταχωρίζειν ἐνθάδε ἐπὶ τῆς πόλεως τὰ συναλλάγματα Θηβαίδος μὲν ἐντὸς ἡμερῶν ξ τῶν δὲ λοιπῶν νομῶν ἐντὸς λ αὐτῆς δὲ τῆς πόλεως ἐντὸς ἡμερῶν ιε οἱ δὲ μὴ καταχωρίσαντες κατεκρίθησαν δραχμὰς ρ δὲ ἐντὸς πέντε τοῦ ἑξῆς μηνὸς καταχωρίζειν. ἐάν τινες χρηματισμοῦ ὑποθηκῶν ἢ ο ὠνῶν συνάλλαγμα γράψων ται χωρὶς ἐπιστάλματος, κατακρίνονται δραχμὰς ν. ἐάν τι ἀπῇ τοῖς γυμνασιάρχοις τῆς πόλεως εἰς ἄλειψιν, ἐξὸν ἄγειν εἰς τὴν ἐ παρχίαν ἔλαιον καὶ τὸ περισσὸν πωλεῖν τῆς οὔσης τιμῆς ἐν τῇ πόλει ἢ στέρεσθαι τοῦ ἐλαίου καὶ πρόστιμονπρόστειμον διδόναι τὰλαντα κ. ἐπὶ ὑγροῖς οὐκ ἐξὸν δανείζεινδανίζειν. ἀτρύγητα γενήματα οὐκ ἐξὸν πωλεῖν οὐδὲ γένημα ἀνεπίγραφον εν. τῶν δανεισάντωνδανισάντων πλέον δραχμιαίου τόκου τὸ ἥμισυ τῆς οὐσίας ἀναλαμβάνεται καὶ τῶν δανεισαμένων τὸ τέταρτον. νόμισμα πλέον οὗ κ ἰσχύει οὐκ ἐξὸν κερματίζειν. τῶν ἀναιρουμένων ἀπὸ κοπρίας ἀρσενικὰ μετὰ θάνατον τὸ τέταρτον ἀναλαμβάνεται. οἱ σύνοδον νέμοντες κατεκρίθησαν ἐκ δραχμῶν φ, ἐνίοτε μόνοι οἱ προστάται. οὐκ ἐξὸν Καισαριανοῖς ἀγοράζειν τι ἐξ ἀπαρτείας. οὐκ ἐξὸν οὐικαρίοις κτᾶσθαί τι ουδὲ ἐλευθέραςοὐδὲ ἀπελευθέρας γαμεῖν. οἱ στρατευόμενοι ἐκωλύθησαν καθʼ ἣν στρατεύονται ἐπαρχίαν ἐνκτᾶσθαι. γάλλων καὶ σαθρῶν τῶν ἀπογεγραμμένωνμὴ των μετὰ τελευτήν, ἐὰν ἀδιάθε τοι ἀποθάνωσιν, τὸ σύνολον ἀναλαμβάνεται, ἐὰν δὲ διαθῶνται, τὸ δίμοιρον ι· τὸ δὲ τρίτον οἷς ἐὰν διατά ξωνται ὁμοφύλοις οἱ μὴ εὑρισκόμενοι, ἐὰν ἀπογράψωνταιμὲν αὐτοί, ἀπελύθησαν· ἐν ἄλλως ἀποδειχθῶσι κατεκρίθησαν καὶ οἱ ὑπογύως ἀνελεγκτοι ὄντες ἐξἀνελετ αὐτῶν ἕκαστος ὑπὲρ βεβαιώσεως ἀπαιτεῖται δραχμὰς φ. οἱ δὲ πρὸ ε ἐτῶν οὐκ ἐν κακρασιν διαγράφουσι τάλαντα κ. εανο επι στε ριε θν καὶ οην του ο πλτων Τα εληρκο τεανοραεα ἐνια τῷ φίσκῳ ἀνελήφθηχη ο οἱ ὑποσχόμενοι τῶν μ ἀπα ὑποσχέσε ὑποσχες ο ομ κριρτιλ τῶν πιτουτ τῶν ουμένωνCross-references (3)
- TM-Text 9472 primary
- DDbDP-Text bgu;5;1210 tier-1
- HGV-Text 9472 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.