no image
DDbDP-text
παρὰ Ἀρτεμιδώρου ὑποστρατήγου
Ταγχάεως
τῆι κ τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος β ἔτους
Διοκλῆς Λέοντος ἐνκληθεὶς
ἀφʼ ὑπομνήματος καὶ μεταπεμφθεὶς
ὑπʼ ἐμοῦ συνεπηγάγετο Νίκανδρον
ἑαυτοῦ ἀδελφὸν ἄνωθεν ἐπὶ λῃστείαις
γεγονότα. ἀντὶ δὲ τοῦ τὸν καθήκοντα λόγον δοῦναι καὶ λαβεῖν
ἐφαλόμενοί μοι δημοσίαι ἐπέθεντο καὶ ἐτραυμάτισαν καὶ
πληγὰς δόντες περιέσχισαν.
κατὰ τύχην δὲ Ἡράκλειον τῶν
ἰδίων σου μαχαιροφόρων ἐπικαλεσαμένου μου ἔτι καὶ τὸν
ἐκ τῆς ἐφοδείας, ὁ μὲν Νίκανδρος ἀπηλλάγη τὸν δὲ Διοκλέα
τῷ Ἡρακλείῳ παρέδωκα, ὅπως
πρὸς σὲ ἀποσταλῇ· ἀξιῶ ἐὰν
φαίνηται συντάξαι γράψαι
[…] ληψομένους τ[…]
[…]ντας ἀ[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.