Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.8.1827
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Βερενίκης τῆς Ἰσχυρίωνος. μετενήνοχά σοι τὸν ὑποκείμενον ἀπὸ καταδίκης χρηματισμὸν παρὰ τῶν εἰς τὸν νομὸν κεκληρωμένων χρημα τιστῶν, οἷς εἰσάγει Διονύσιος, κατὰ Σωσιβίου, ὅπως συνεπισχύῃς μοι ἐν τῆι ἐκπράξει τῶν ἀπῃτημένων ὑπʼ ἐμοῦ καὶ κατακεκριμένων ἀσφαλειῶν. ἀξιῶ οὖν γραφῆναι Νικάρχωι τῶι ἐν τοπαρχίᾳ Φνεβιεῖ ὄντι καὶ τῶι ὑπο στρατήγωι κατεγγυῆσαι τὸ συνηγμένον ἀπὸ τοῦ ὑπηγγυημένουὑπεγγεγυημένου μοι ἀμπελῶνος οἰνικὸν γένημα τὰ ἄλλατἆλλα δὲ ἅπαντα ὑποδεικνύω τούτου ἔχειν πρὸς τὸ καὶ ἐκ τούτων καὶ ὧν ἄλλων ἐφευρίσκωἐφευρίσκωι γενέσθαι μοι τὴν ἔκπραξιν. τούτου δὲ γενομένου ἔσομαι βεβοηθημένηβεβοηθημενηι. εὐτύχει. οἱ ἐν τῶι Ἡρακλεοπολίτηι τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρίνοντες χρηματισταὶ καὶ Διονύσιος ὁ εἰσαγωγεὺς Σελεύκωι χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἀντίγραφον ὑπό κειται. καλῶς οὖν ποιήσεις συντάξας ἐπιτελέσαι καθότι συνκέκριται. ἔρρωσο ἔτους λ τοῦ καὶ α Ἐπεὶφ ἔτους λ τοῦ καὶ α Ἐπεὶφ ιδ ἐν Ἡρακλέους πόλει οἱ τοῦ Ἡρακλεοπολίτου χρηματισταὶ τῶν τὰς βασιλικάςτὰ βασιλικὰτὰς βασιλικὰςτὰς βασιλικὰ Ἰσίδωρος Ἀπολλώνιος ἈπολλόδωροςἈπολλοδώρου οἱ τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρίνοντες. πλειόνων γενομένων καταστάσεων Βερενίκης πρὸς Σωσίβιον καὶ τοῦ Σωσιβίου πρὸς τὴν Βερενίκην καὶ τὸν ταύτης πατέρα Ἰσχυρίωνα καὶ τὸν ἀδελφὸν Ααπενοου καὶ τῆς μὲν Βερενίκης ἀπαίτησιν ποιουμένης τροφείων ἀπὸ συγγραφῆς Αἰγυπτίας τροφίτιδος, ἧς ἐδήλουἐδήτου τεθεῖσθαι αὑτῆι ἐπὶ συμβιώσει τοῦτον χωρὶς ἑτέρας ἀσφαλείας ἐτῶν δ κατʼ ἐνιαυτὸν ὀλυρῶν ἀρτάβας ρκ καὶ ἀργυρίου δραχμὰς ρκ τῶν συναγομένων ὀλυρῶν ἀρτάβας υπ καὶ ἀργυρίου δραχμὰς υπ ὡς τοῦ τετραδράχμου χαλκοῦ δραχμαὶ Αφν καὶ βλάβεων καὶ δαπανημάτων χαλκοῦ τάλαντα ιϛ καὶ ἠξιωκυίας, ἐὰν μὴ ἀπαντήσηι, γραφῆναι τῶι ὑποστρατήγωι συνεπισχύειν αὑτῆι, τῶι δὲ πράκτορι τῶν ξενικῶν περὶ τῶν αὐτῶν, μένοντοςμενουσης αὐτῆι τοῦ ἀπὸ τῆς συγγραφῆς δικαίου καὶ τῶν ἄλλων, τοῦ δὲ Σωσιβίου παρατεθεῖσθαι τῶι Ἰσχυρίωνι λέγοντος ἀπὸ τῶν γεγεωργημένων π κώμην Πεενσχώ κ, τὴν δὲ Βερενίκην ἐξενηνοχυῖανἐξενηνοχεναι αὑτοῦ εἰς λόγον ἀργυρίου δραχμὰς ϡ καὶ προκτητικὰ βυβλία καὶ κόσμον τὴν ἔξοδον πεποιῆσθαι, ἐγεγόνει μὲν τῶι Ἰσχυρίωνι καὶ τῶι ὑπὸ τῆς Βερενίκης συσταθέντι Πτολεμαίωι πρὸς τὸν Σωσίβιον ἀντικατάστασις τῆι β, καὶ χάριν τοῦ μηδεμίαν ἀπόδειξιν κομίζεσθαι ὑπὸ τοῦ Σωσιβίου κατὰ τῶν ων ἢ τῆς τῶν λεγομένων ἐξενηνέχθαι αὐτῆι ἀποφορᾶς ἕκαστα δὲ τεθεῖσθαι τὴν τροφῖτιν συγγραφὴν εἰς τὴν ὑπόσχεσιν τῶν δεόντων τοῦ ἀπὸ ς Φαμενὼθ τριετοῦς χρόνουCross-references (3)
- TM-Text 4906 primary
- DDbDP-Text bgu;8;1827 tier-1
- HGV-Text 4906 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.