Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
c.pap.gr.1.18
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Φαῶφι κα ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ἐδάνεισεν Βουταρᾶς Νικολάου ὡς ἐτῶν τριάκοντα πρόσωπος εὐθύριν οὐλὴ ἀντικνημίωι ΜαρεπκαίμειΜαρεπκήμει Ψοίφιος ὡς ἐτῶν εἰκοσιεπτὰ μελίχρωι οὐλὴ δεξιᾷ καὶ Ψενκήβι Πετοσίριος ὡς ἐτῶν μακροπροσώπωι εὐθύρινι ἀναφαλάντωι οὐλὴ τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς, καὶ ταῖς τούτων γυναιξί, τοῦ μὲν ΜαρεπκαίμιοςΜαρεπκήμιος, οὔσῃ καὶ τοῦ Ψενκήβιος θυγατρί, Τετοσείρι ὡς ἐτῶν προσώπωι εὐθύρινι οὐλὴ ὑπὸ τοῦ δὲ ΨενκήβιοςΨενκηβις Ταμαρρῆι Μαρεψήμιος ὡς ἐτῶν μέσῃ μελιχρόωι μακροπροσώπωι ταῖς δυσὶ ΠερσίναιςΠερσείναις, μετὰ κυρίου ἑκατέρᾳ τοῦ ἑαυτῆς ἀνδρός, τοῖς δʼ ἀλλήλων ἐγγύοις εἰς ἔκτισινἔκτεισιν, ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς ἐνενήκοντα , ἃς ἔσχον οἱ τέσσαρες παρὰ τοῦ Βουταράου διὰ τῆς Ἡρακλεί- τραπέζης υ τόκου ὡς ἐκἐγ δραχμῆς μιᾶς τῇ μνᾷ κατὰ μῆνα ἕκαστον. τὸ δὲ δάνειον τοῦτο τὰς ἀργυρίου σεβαστοῦ δραχμὰς ἐνενήκοντα καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δεδανεισμένοι τῶι Βουταράωι ἐν μηνὶ Μεχεὶρ τοῦ εἰσιόντοςἰσιόντος τρίτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτισάτωσαν οἱ δεδανεισμένοι τῶι Βουταράωι παραχρῆμα τὸ μὲν δάνειον ἡμιόλιον τοὺς δὲ τόκους ἁπλοῦς, τῆς πράξεως τῶι Βουταράωι οὔσης περὶ τῶν κατὰ τὸ δάνειον ἐκ τῶν δεδανεισμένωνδεδανισμένων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης, κατὰ μηδὲν τοῦ Βουταράου ἐλαττουμένου ὑπὲρ οὗ ἡ Ταμαρρῆς προτετρόφευκεν αὐτῶι δουλικοῦ ἐγγόνου καὶ ἡ δὲ Τετοσῖρις νυνὶνυνεὶ τροφεύει δουλικοῦ ἐγγόνου, ἑκάστηἑκάστηι μετ’ ἐγγύου τοῦ ἀνδρὸς καὶ ἡ δὲ Τετοσεῖρις τῶν γονέων, ἀκολούθως τοῖς περὶ τούτων τροφίμοις. ὑπογραφεὺς τῶν δεδανεισμένων Ὧρος Ἁρψήμιος ὡς ἐτῶν πεντήκοντα μέσος μελίχρως ἡ δὲ γραφὴ κυρία. ΜαρεπκαῖμιςΜαρεπκῆμις Ψοίφιος καὶ Ψενκῆβις Πετοσείριος, οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, καὶ αἱ γυναῖκεςγυναῖκος ἡμῶν Τετοσεῖρις καὶ Ταμαρρῆς, αἱ δύο ΠερσῖναιΠερσεῖναι, μετὰ κυρίου ἑκάστη τοῦ ἀνδρός, οἱ τέσσαρες ἀλλήλων ἔγγυοι εἰς ἔκτισινἔκτεισιν, δεδανείσμεθα παρὰ τοῦ Βουταράου τὰς ἀργυρίου σεβαστοῦ δραχμὰς ἐνενήκοντα ἐξακολουθοῦντεςἐξακλουθουν πᾶσι τοῖς προκειμένοις, χωρὶς τῶν προκειμένωνπροκεμένων τροφίμων. ἔγραψεν ὑπὲρ αὐτῶν Ὧρος Ἁρψήμιος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Βουταρᾶς Νικολάου δεδάνεικαδεδάνικα καθὼς πρόκειται. ἐντέτακται Φαῶφι κα. ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι Βουτάραος Νικολάου ἀναδέδωκααναν δεδωκα τὸ προκείμενον δάνειον εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, κατὰ μηδὲν ἐμοῦ ἐλαττουμένου ὑπὲρ ὧν ἔχω τροφίμων δύο καθὼς πρόκειται. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ἐπαγομένων ε.Cross-references (3)
- TM-Text 13839 primary
- DDbDP-Text c.pap.gr;1;18 tier-1
- HGV-Text 13839 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.