Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
c.pap.gr.1.24
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ιθ ὁμολογεῖ Φιλωτέρα μητρὸς ς ἀπὸ κώμης Σενέπτα, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πετεήσιος τοῦ Φιλίσκου τοῦ Ἀμμωνίου μητρὸς αράσιος τῆς Οὐεττίου Παποντῶτι τοῦ Διονυσίου μητρὸς Ταιερ ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ, παρειληφέναι παρʼ αὐτοῦ ὃ ἀνῄρηται τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀπὸ κο πρίας δουλικὸν παιδίον ὑποτίτθιον ἀρσενικὸν ᾧ ὄνομα Διονύσιος, ὃ καὶ ἐπάναγκον αὐτὴν θρέψαι καὶ θηλάσαι ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τῆς αὐτῆς ἐνεστώσης ἡμέρας ἕως τῆς ιθ Ἐπεὶφ τοῦ η ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου, ὑπὲρ τροφείων καὶ ἱματισμοῦ μισθὸν λαμβάνουσα κατὰ μῆνα ἀργυρίου δραχμῶν ἑπτὰ καὶ ἐλαίου Ὀασετικοῦ κοτυ λῶν δύο. αὐτόθεν δὲ ἀπέσχηκεν ἡ Φιλωτέρα παρὰ τοῦ Παποντῶτος τὰς συναγομένας εἰς τὸ πρῶτον ἔτος δραχμὰς ὀγδοηκοντατέσσαρας, τούτου δὲ πληρωθέντος δώσει ὁ Παποντῶς τῇ Φιλωτέρα τὰς τοῦ δευτεροῦ ἔτους δραχμὰς ὀγδοηκοντατέσσαρας να. μὴ ἐξέστω δὲ τῇ Φιλωτέρᾳ προσρίπτεινπροσρείπτειν τῷ Παποντῶτι τὸ σωμά τιον ἐντὸς τοῦ χρόνου αι τὸ γάλα μηδε τοῦ σωματίου προστασίαν καὶ ἐπιμέλειαν ποιησαμένη, ὡς καθήκει. παρα δότω δὲ μετὰ τὸν χρόνον τὸ σωμάτιον ἀπογεγαλακτισμένον. ἐὰν μὴ τ ὧν ἐὰν ᾖ τετροφευκυῖα μηνῶν καὶ ἐὰν μὲν βούληται ὁ Παποντῶς ἀποσπάσαι αὐτῆς τὸ σωμάτιον, χωρὶς τοῦ μηδὲν αὐτὴν πρὸς τὸν ἐνλείποντα χρόνον ἐπιζητεῖν παρὰ τοῦ Παποντῶτος ἀποδότω αὐτῇ ἡ Φιλωτέρα ὃ ἐὰν φανῇ ὀφείλουσα πρὸς ὃν οὐδέπω τετρό φευκε χρόνον. ἐὰν δὲ μὴ ποιήσῃ ἡ Φιλωτέρα καθότι γέγραπται, ἀποτεισάτω τῷ Παποντῶτι ὅ τι εἴληφεν ὡς πρόκειται ἀργύριον μεθʼ ἡμιολίας καὶ ἐπίτιμονἐπίτειμον ἄλλας ἀργύριον δραχμὰς , καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ ἡ πρᾶξις ἔστω τῷ Παποντῶτι ἔκ τε αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκἐγ δίκης. κυρία ἡ συγγραφή. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Ἐπεὶφ ἐννεακαιδεκάτῃ μη Μνησιθέων ἀγορανόμος κεχρημάτικα.Cross-references (3)
- TM-Text 20031 primary
- DDbDP-Text c.pap.gr;1;24 tier-1
- HGV-Text 20031 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.