no image
DDbDP-text
κα κ μαχρημω δεξιουμνησθουσ κατὰ συγγραφὴν τοῦ δανείου τὴν τεθεῖσαν ἐπὶ τοῦ ἐν ἀρχείου, ἧς συγγρα φοφύλαξ Δημήτριος , καὶ ὁμολογῶ ἀπέχειν παρὰ σοῦ πυροῦ ἀρτάβας τριακοσίας ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ τοῦ εἰσιόντος ἔτους καὶ οὐθὲν παρασυγγραφῆσαι οὔτε κακοτεχνῆσαι οὐθὲν τῶν δηλουμένων οὐδὲ περὶ τὴν ἀπόδοσιν τῶν δεδανεισμένων καὶ ἀπο δώσω σοι τὰς τριακοσίας ἀρτάβας τρει ἐν τῶι ὡρισμένωι χρόνωι, οὐκ ἐάσας σε συστήσασθαί μοι οὔτε δίκην οὔτε κρίσιν οὔτε κακοτεχνίαν ἐπὶ οὐδενὸς ἄρχοντος οὐδὲ κριτηρίου, οὐδ’ ενος ἐγὼ συστησάμενός σοι ἐπὶ τῶν αὐτῶν οὐδ’ εἰς παραγραφὴν τοῦ κλήρου τὸ δανεῖον ἀγαγών. ἐὰν δέ τι παρα βαίνω, ἥ τε πρᾶξις σοι ἔστω παρ’ ἐμοῦ τῆς ἐν τῆι συγγραφῆι τιμῆς καὶ αὐτὸς ἔνοχος εἴην τῶι ὅρκωι. Φίλων ὀμώμοκα τὸν προγεγραμμένον ὅρ κον βασιλικόν. τετελ θ σ ἔτους ζ Μεσορὴ ιη χSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.