no image
DDbDP-text
Διούρδανος Ἀρχιβίῳ χαίρειν.
τὰ περιεχοντα διπλωμα…υτα…· εἰς· την
πρώτην ἐπιστολὴν γράφει Σατορνῖλος
ὁ πρίνκιψ σοὶ ἀσφαλῶς τὸ μέταλλον φυλάσσειν καὶ ἡμῖν τὰ πραισίδια· εἰς τὴν
ὑπο κάτω ἐπιστολὴν γράφει Λονγῖνος
Πρίσκος κουράτωρ πραισιδίου Παρεμβολῆς τῆς Δωδεκασχοίνου εἰς τὴν … …
ων τὸ πραισίδιον τῇ θ τοῦ Φαρμουθι τεθεωρακέναι εἰς τὴν Ἀραβίαν εἰς τὸ πέρα ε βαρβάρους καὶ δύο καμήλους ὑδρευομένους
παρὰ ποταμὸν καὶ περιπατοῦντας εἰς τὰ
κάτω μέρη· διὸ ἔγραψε τῇ κάτω
ῥίπᾳ αὐτοὺς φυλάσσειν.
ἐρρῶσθαί σε εὔχομαι.
ἐρωτηθεὶς ἵνα ὁ ἀσκὸς ῥαφῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.