no image
DDbDP-text
Petition of Sabinus against Antonius over camels, assault and threats. Petition from Sabinus son of Zosimos, living at Karanis, to the strategos Apollonios also called Ptolemaios, complaining that one Antonius tried to take his wife's two camels, beat him, extorted money from his stepson, refused him transport pay and threatened his life. He asks that the complaint be recorded and a hearing held; it dates to the reign of Commodus. machine translation
Linked by Trismegistos ID
TM 9001.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίῳ τῷ καὶ Πτολεμαίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδουμερίδος
παρὰΣαβείνουΖωσίμου ἀπὸ τῆς μητροπόλεως καταγεινομένου ἐν κώμῃ Καρανίδι. ὁ ἐνα[…]
…[…]ων καμήλων ἐκ βα[…]
Ἀντώνιος προσῆλθεν βουλόμενός με διʼ ἐπηρίαν ἀποστερεῖν, ὧν κέκτηται ἡ γυνή μου Ἀφροδίτη …[…]
καμήλων δύο καὶ μὴ ὑπακούσαντός μου πληγαῖς πλείσταις με ᾐκίσατο, ἔτι δὲ καὶ κατὰ τὴν ἐμὴν ἀπουσίαν
τὸν τῆς γυναικός μου υἱὸν Πολυδεύκην ἀτελῆ ὄντα
τὴν ἡλικίαν ἀπῄτησεν δραχμὰς δύο ὡς διδομένων
αὐτῷ ὑπὸ πάντων κατὰ κάμηλον. ἀλλὰ καὶ σήμερον αἰτοῦντός μου αὐτὸν φόρετρον ὑπὲρ ὧν ἀπειργασάμην ἡμερῶν, ἀφʼ ὧν ἀπῄτησεν παρὰ
πάντων τῶν ἐκ κώμης, καθʼ ἑκάστην ἀρτάβην δραχμῶν ἕξ , πάλιν ὕβριν τὴν ἀνωτάτην μοι ἐποίησεν ἐπανγειλάμενός μοι καὶ μέχρι τοῦ ζῆν
ἐπιβουλεῦσαι. εὐλαβούμενός τε μὴ ὡς εἶπεν
καὶ ἔργῳ διαπράξηται, μέχρικώμης Φαρβείθων τῆσδε τῆς μερίδος ἔφυγονκαὶ ἐπιδίδωμι τόδε τὸ βιβλίδιον καὶ ἀξιῶ ἐν καταχωρισμῷ τοῦτο γενέσθαι, ἀκοῦσαί τε μοῦ πρὸς αὐτὸν
ὅπως ἐπὶ τοῦ ῥητοῦ ἀποδείξω ἐν τῇ […]…τῃ ἡμέρᾳ
[…]ντα αὐτὸν πλείστους καμήλους, μεθʼ ἣν
[…]ρους, ἐξ οὗ φαίνεται αὐτοῦ ἡ κλοπή. διευτύχει.
Σαβεῖνος Ζωσίμου ἐπιδέδωκα
ἔτους[…]Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παχὼν ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.