no image
DDbDP-text
Petition of Aurelius Sarapammon against Arios and Agammon for assault and arson. A petition by Aurelius Sarapammon of Philadelphia in the Fayum complaining that Arios son of Agammon attacked him with a sword and abused him as he left a wedding at his sister's house, and that the year before Arios and his father had burned down his house. He asks that the two be arrested and made to give sureties for his safety; it is dated late August 359. machine translation
Linked by Trismegistos ID
TM 9409.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
παρὰ Αὐρηλίου Σαραπάμμωνος Παησίουἀπὸ
κώμης Φιλαδελφίας γραμματέως[…]
μηνὸς Μεσορὴ ἐπαγομένων […] μου εἰς τοὺς
γάμους ἐν τῇ οἰκίᾳ τῆς ἡμετέρας ἀδελφῆς οὐκ οἶδʼ ὅπως
Ἄριος υἱὸς Ἀγάμμωνος ἀπὸ τῆς αὐτῆς κώμης Φιλαδελφίας καιροτηρησάμενός με ἐξερχόμενον ἑσπεριναῖς ὥραις ἐκ τῆς οἰκίας ἐβουλήθη ἐπέλευσίν μοι ποιήσασθαι μετὰ ξίφους ἔχων μεθʼ ἑαυτοῦ καὶ ἄλλους
τινάς, οὓς δυνήσεται ὑποβαλεῖν καὶ δύνανται
οἱ ἀρχέφοδοι τῆς κώμης μαρτυρῆσαι καὶ οἱ οἰκοῦντες ἐν τῇ οἰκίᾳ, καὶ ἐπελθὼν πολλὰς αἰσχρολογίας εἰς πρόσωπόν μου ἐξειπών. καὶ γὰρ καὶ κατὰ τὸν πέρυσι ἐνιαυτὸν ὁ αὐτὸς πάλιν Ἄριος καὶ ὁ τούτου πατὴρ Ἀγάμμων τῶν ἀπὸ τῆς κώμης φυγῇ χρησαμένων ἐπελθόντες ῥιψοκινδύνῳ γνώμῃ
τῇ ἡμετέρᾳ οἰκίᾳ καὶ φῶτα ἐπενενκόντες ἐνέπρησαν αὐτὴν ἐκ θεμελίου. ἐπεὶ τοίνυν οὐχ ὀλίγα
ἐστὶν τὰ τολμηθέντα ὑπʼ αὐτῶν κατʼ ἐμοῦ, ἀλλὰ ἡμῖν
παρʼ ἕκαστα ὁ τούτου πατὴρ καὶ προειρημένος
Ἀγάμμων ἐπέρχεται καὶ κωλύει τοὺς γινομένους
μερισμοὺς ἐν τῇ κώμῃ τῶν δημοσίων πραγμάτων,
διά τοι τοῦτο τάδε μου τὰ βιβλία ἐπιδίδωμί σοι ἀξιῶν
ἀχθῆναι ἐπὶ σοῦ τοὺς προειρημένους Ἄριον καὶ τὸν
τούτου πατέρα Ἀγάμμωνα καὶ ἐν ἀσφαλεῖ παρὰ σεαυτῷ
αὐτοὺς τούτους ἔχειν καὶ ἱκανὰ ἀξιόχρεα αὐτοὺς
ἐπαναγκασθῆναι παρασχεῖν ὑπὲρ τῆς σωτηρίας
μου ……μι ἑτέρων …ων οὐ γὰρ ἀν[…]
ων…… ἐντεύξομαι τῇ μείζονι ἐξουσίᾳ.
διευτύχει
ὑπατείας Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων Μεσορὴ
ἐπαγομένων[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.