no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9184.
Each record below describes this same artifact or text from a different angle.
Π[…]…[…] ις Ἀλεξάνδρου ἀπὸ κώμης.
Θερενούθεως τοῦ Προσωπίτου νομοῦ
Ἁρπάλῳ Παβοῦτος ἀπὸ κώμης
Σοκνοπαίου Νήσου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐκ τῶν ὑπαρχόντων
μοι καμήλων κάμηλον θήλειαν
τελείαν μίαν πυρρὰν κεχαραγμένην ἐπὶ τῷ
μηρῷ δεξιῷ ἀραβικὸν χάραγμα
καὶ ἀπέχω παρὰ σοῦ τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους
ἀργυρίου δραχμὰς πεντακοσίας
ὀγδοήκοντα γίνονται δραχμαὶ φπ καὶ βεβαιώσω σοι
πάσῃ βεβαιώσει ταύτην τοιαύτην
ἀναπόρριφον. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Τῦβι κε.
Σαταβοῦς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
τετελώνηται διὰ πύλης Σοκνοπαίου Νήσου ἐρημοφυλακίας Ἅρπαλος
Παβοῦτος ὑποτελ κάμηλον θήλειαν πυρὶ κεχαραγμένην δεξιῷ
μηρῷ ἀραβικῶς. ἔτους ἑπτακαιδεκάτου Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου Μεχεὶρ […]…… α …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.