no image
DDbDP-text
Sale of a donkey to Stotoetis of Soknopaiou Nesos. A contract of sale registered at the record office of Herakleia in the Arsinoite nome, in which Dioskoros son of Kastor sells a grey-white male donkey to Stotoetis son of Horos of Soknopaiou Nesos for 148 silver drachmas. It is dated 9 August 142 AD and signed on the illiterate seller's behalf by the office clerk Alkimos. machine translation
Linked by Trismegistos ID
TM 11683.
Each record below describes this same artifact or text from a different angle.
ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου
ιϛ Μασορὴ ιϛ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδου τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογεῖ Διόσκορος Κάστορος τοῦ Ἡρακλείδου ἀπὸ ἀμφόδου Χηνοβοσκιῶν πρώτων ὡς ἐτῶν λη
οὐλὴ ὑπὲρ μῆλον ἀριστερὸν Στοτοήτει Ὥρου τοῦ Τεσενούφεως ἀπὸ
κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν κ
οὐλὴ μετώπῳ μέσῳ πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα τὸν
ὑπάρχοντα αὐτῷ ὄνον ἄρρενα
τέλειον λευκομυόχρουν τοῦτον
τοιοῦτον ἀναπόρριφον χωρὶς πηροῦ
καὶ ἀπέχειν τὸν ὁμολογοῦντα
παρὰ τοῦ Στοτοήτιος τὴν συμπεφωνημένην αὐτοῦ τιμὴν ἐκ
πλήρους ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν τεσσαράκοντα
ὀκτὼ παραχρῆμα διὰ χειρὸς
καὶ βεβαιώσι πάσῃ βεβαιώσει.
Διόσκορος Κάστορος πέπρακα
τῷ Στοτοήτει τὸν προκίμενον
ὄνον καὶ ἀπέχω τὴν τιμὴν
ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα ὀκτὼ καὶ βεβαιώσω
καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκειμένου
γραφείου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ
εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.