Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.171_1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείαςὑπατίας. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους δευτέρου Φλαυίου Οὐαλερίου Κωνσταντί ου καὶ Γαίου Οὐαλερίου Μαξιμιανοῦ Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Δίου Θῶθ ιγ ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἀρχαίᾳ καὶ σεμνοτάτῃ καὶ λαμπροτάτῃ. ὁμολογεῖ Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆςτη λαμπροτάτης Ἀντινόου πόλεως μετὰ συνβεβαιωτοῦ πιστικελευστοῦπειστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τήνδε τὴν πρᾶσιν καὶ πάσας τὰς ἐγγεγραμμένας δια στολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου ἙρμοπολίτουἙρμοπολείτου ἀναγραφομένου ἐπʼ ἀμφόδου φρουρίου ἀπηλιώτου ὡς ἐτῶν Αὐρηλίᾳ Κυριλλοῦτι Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένουἀποδεδιγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως πεπρακέναι τὸν ὁμολογοῦντα Κάστορα τὸν καὶ Εὐδαίμονα τῇ Κυριλλοῦτι κτητικὴν δούλην ὀνόματι Στεφάνην ἐπικεκλημένην Στεφανοῦν ἢ καὶ καὶ τίνιτίνει ὀνόματι καλεῖται ἢ κλη θήσεται γένει Κρητικὴν εὐθύρινα οὐλὴν ἔχουσαν ἀνωτέρω ἀστραγάλου δεξιοῦ ποδὸς ὡς ἐτῶν κ, ἣν καὶ αὐτὸς ἐώνηταιαἰώνηται τῷ θ καὶ η καὶ α ἔτει Ἐπεὶφ παρὰ Ὡριγένους τοῦ καὶ Σωφρᾶ ωνος Κρηνατιου συνβεβαιοῦντος αὐτῷ Αὐρηλίου υβιμ Σωσικουσμίου τοῦ καὶ Ἀλθαιέως ἀκολούθως τῇ γενομένῃ εἰς αὐτὸν τὸν Κάστορα παρʼ αὐτοῦ τοῦ Ὡριγένους ἀσφαλείᾳ ἥνπερ ἀσφάλειαν μετὰ καὶ τῆς ἀπογραφῆς καὶ ἀνακρίσεωςἀνακρείσεως ἧς πεποίηται τῷ καὶ Ἱππίᾳ τοῖς ἀξιολογωτάτοις ἐνάρχοις ὑπομνηματογράφοις μετὰ καὶ τῆς γενο μένης εἰς αὐτὸν τὸν Ὡριγένη καὶ ἀποδοθείσης τῷ Κάστορι προκτητικῆς ἀσφαλείας τῆς αὐτῆς δούλης ἀνέδωκεναναδωκεν ὁ ἀποδόμενος Κάστωρ τῇ ὠνουμένῃ Κυριλλοῦτι αὐτὴν καὶ τὴν ἀπὸ τούτων ἀσφάλειαν καὶ βεβαίωσινβεβαίωσειν ἥνπερ δούλην ὀνό ματι Στεφανοῦν παρέδωκε τῇ ὠνουμένῃ Κυριλλοῦτι ταύτην τοιαύτην ἀναπόρριφονἀναπόριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τὴν δὲ πρὸς ἀλλήλους συνπεφωνημένην τιμὴν ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα δέκα πέντε γίνονται ἀργυρίου τάλαντα ιε ἀπέσχεν ὁ ἀποδόμενος Κάστωρ παρὰ τῆς πριαμένης Κυριλλοῦτος κατὰ διαγραφὴν τὴς ἐν Ἑρμοῦ πόλει Μισθωτῶν τραπέζης ἐκ πλήρους καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμένης αὐτῇ δούλης ὀνόματι Στεφανοῦτος ὡς πρόκειται καὶ τῶν ταύτης ἐγγόνων ἐπὶ τὸ ἀεὶ κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας ὑπὲρ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσινβεβαίωσειν ἐξακολουθούσης τῷ τε πωλοῦντι Κάστορι καὶ τῷ συνβεβαιωτῇ Ἑρμαπόλλωνι καὶ μὴ ἐπελεύσεσθαι αὐτὸν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθῃ ἢ μὴ βεβαιώσῃ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσειπροσαποτίσει ἢ ὁ ὑπὲρ αὐτοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιονεἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω, ἐτάξατο δὲ ἡ ὠνουμένη τῷ τε ἐγκυκλίῳἐγγυκλείῳ καὶ τῇ ἀγορανομίᾳ τὰ ὀφειλόμεναὀφιλόμενα περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερώτησέν τε ἡ ὠνουμένη Κυριλλοῦς ὡμολόγησεν ὁ ἀποδόμε νος Κάστωρ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς πέπρακα τὴν προκιμένην δούλην ὀνόματι Στεφάνην ἐπικεκλημένην Στεφανοῦν καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος ἙρμαπόλλωνἙρμαπόλλωνος ὁ καὶ Διόσ κορος Διδύμου ἐγγυῶμαι καὶ συνβεβαιῶ ὡς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.