Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.229

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ιδ Φαρμοῦθι ϛ καὶ ὑπογραφῆς ὁμοίως τοῦ ὑπηρέτου Ἑρμίας Πλουτάρχου τῶν ὑπηρετῶν μεταδέδωκα ἐνωπίῳ ὡς κα θήκει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν ϛ. ἀντίγραφον ὑπομνήματος Ἀουιλλίωι Λόγγωι στρατηγῶι τοῦ Ἑρμοπολείτου παρὰ Εὐδαιμονίδος Μάρκου Οὐλπίου Σαραπίωνος τοῦ καὶ Σερή νοῦ τῶν γεγυμνασιαρχηκότων θυγατρὸς καὶ ὡς χρηματίζει διὰ Οὐλπί ου οἰκονόμου. οὗ παρεκόμισα ἐκ τοῦ καταλογείου ὑπομνή ματος ἀντίγραφον ὑπέταξα, δέον ἡγουμένη ἴσον μεταδοθῆναι τῷ διʼ αὐτοῦ δηλουμένῳ διʼ ὑπηρέτου ἵνʼ εἰδῇ. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κη. Εὐδαίμων διέπων τὰ κατὰ τὴν ἀρχιδικαστείαν τῷ τοῦ Ἑρμοπολείτου στρατηγῶι χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μετα δοθήτω, ὡς ὑπόκειται. ἔρρωσο. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ι. τῷ δεῖνι τῶν ἠγορανομηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῆι ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων διὰ Εὐδαίμονος διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστείαν παρὰ Εὐδαιμονίδος Μάρκου Οὐλπίου Σαραπίωνος τοῦ καὶ Σε ρήνου τῶν γεγυμνασιαρχηκότων θυγατρὸς καὶ ὡς χρηματίζει ἀπὸ Ἑρμοῦ πόλεως. ὀφειλομένων μοι ὑπὸ Ἀφροδισίου Ἀμμωνίου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ἀργυρίου δραχμῶν , καθʼ ἣν παρεκομισάμην ἐνεχυρασίαν καὶ παρέδει ξα τὰ ὑπάρχοντα αὐτοῦ διακείμενα ἐν ὀνόματι τῆς γυναικὸς αὐτοῦ Ἑρμιόνης καὶ δέον αὐτὸν ἀποδοῦναι, συνεργῶν τῆι γυναικὶ Ἀφροδίσιος Ἀμμωνίου διεστείλατό μοι ὑπόμνημα ὡς ἐκ ιε καταλογείου πεπορισμένονπεπορισμενου τὰ ἑαυτῶι ἀρέσκοντα κενῶς καὶ ἀνω φελῶς δηλώσας ὅθεν δέον ἡγοῦμαι συντάξαι γράψαι τῷ τοῦ Ἑρμοπο λίτου στρατηγῶι μεταδοῦναι αὐτῷ τοῦδε τοῦ ὑπομνήματος ἀντίγρα φον ὅπως εἰδῇ ἄκυρον καὶ ἀνώφελες κριθησόμενον, ὃ μετέδωκεν ὑπόμνημα καὶ ὅσα ἐὰν εἰς ὕστερον μεταδῷ καὶ ὁμοίως ὅσα μετέ δωκεν ἡ γυνὴ αὐτοῦ Ἑρμιόνη, μᾶλλον δὲ ἀποδῶιἀποδοι μοι ἃ ὄφειλεν ἀπὸπὸ τε τῆς ἐνεχυρασίας καὶ καθʼ ἕτερα χειρόγραφα ἢ εἰδῇ ἐσομένην μοι τὴν πρᾶξιν ἐξ ὑπαρχόντων αὐτοῦ. διαπέσταλμαι δὲ Ἑρμαῖον Ἑρ μαίου Προπαπποσεβάστιον τὸν καὶ Ζήνιον ὡς καθήκει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ϛ. καὶ ὑπογραφῆς ὁμοίως τοῦ ὑπηρέτου Ἑρμίας Πλουτάρχου τῶν ὑπηρετῶν μεταδέδωκα ἐνωπίῳ ὡς καθήκει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν ϛ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.