no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8908.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιοι Ἀπολλῶς Σαραπίωνος τοῦ καὶ Συρίωνος καὶ Ἡρᾶς
Ἀμμωνᾶ ἀμφότεροι ἀπὸ χώρας Χενεβριτῶν τοῦ Μαρεώτου Αὐρηλίῳ
Ἀντινόῳ πριμιπιλαρίῳ ἐπάρχου Αἰγύπτου χαίρειν.
ὁμολογοῦμεν πεπρακέναι σοι κάμηλον ἄρρενα ἀραβικὸν τῷ
σώματι κατηρτυκότα τιμῆς ἀργυρίου Σεβαστῶν νομίσματος
ταλάντων ιϛ καὶ δραχμῶν τρισχιλίων, ἅπερ ἐντεῦθεν ἀπέσχαμεν παρὰ σοῦ πλήρης διὰ χειρὸς ἐξ οἴκου σου καὶ παραδεδώκαμέν σοι τὸν κάμηλον ἀχάρακτον ὑγιῆ καὶ ἀσινῆν
πρὸς τὸ ἀπὸ τοῦ νῦν παρειληφότα σεαυτὸν ἐξουσίαν ἔχειν
ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν
αἱρῇ, ἐφʼ ὃν καὶ οὐκ ἐπελευσόμεθα οὔτε ἡμεῖς οἱ πεπρακότες
οὔτε ἄλλος ὑπὲρ ἡμῶν οὐδεὶς κατʼ οὐδένα τρόπον, τὸν δὲ καὶ
ἐπελευσόμενον ἢ ἐμποιησόμενον τοῦ πεπραμένου καμήλου ἢ μέρους αὐτοῦ χάριν ἡμεῖς αὐτὸν ἀποστήσoμεν καὶ
ἐκδικήσoμεν παραχρῆμα τοῖς ἰδίοις ἑαυτῶν δαπανήμασιν
καθάπερ ἐκ δίκης, καὶ ἐγράφη ἡ ὁμολογία μοναχὴ ἐπὶ ὑπογραφῆς ἡμῶν καὶ κυρία ἔστω καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους πέμπτου τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
Διοκλητιανοῦ καὶ ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστῶν Μεσορὴ πέμπτῃ.
Αὐρήλιος Ἀμμῶνις ἀπὸ χώρας Νεθειτῶν ἀξιωθεὶς ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων ἔγραψα ὑπὲρ αὐτῶν.
[v]
ὠνὴ καμήλου διὰ τοῦ Φεκούλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.