no image
DDbDP-text
Petition to a Strategos via HGV-meta
Linked by Trismegistos ID
TM 21366.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίωι Σαραπίωνι στρατηγῶι Ὀξυρυγχείτου
παρὰ Αὐρηλίων Πατᾶ καὶ Κιαλῆ ἀμφοτέρων Παπονθεῦτος μητρὸς Κοπρίας
ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου ὑπομνήματος δημοσιώσεως χρηματισμοῦ ἐστιν ἀντίγραφον·
[…]ιος Τίτος ὁ καὶ Ἡρακλείδης ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον
μεταδοθήτω. ἔρρωσο. ἔτους ϛ Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν,
[…]… γ. οἱ πρὸς τῇ διαλογῇ τῆς πόλεως διʼ ἐμοῦ Αὐρηλίου Χαιρήμονος σεσημείωνται.
[…]ίῳ Τίτῳ τῷ καὶ Ἡρακλείδῃ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς
τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Αὐρηλίων Πατᾶτος καὶ Κιαλῆτος ἀμφοτέρων Παπονθεῦτος μητρὸς
Κοπρίας ἀπʼ Ὀξυρύγχων πόλεως. τοῦ προειμένου τῷ κληρονομηθέντι ὑφʼ ἡμῶν πατρὶ ἡμῶν Αὐρηλίῳ Παπονθεῦτι δισσοῦ χειρογράφου σὺν τῇ μετὰ τὸν χρόνον ὑπογραφῇ ἀντίγραφον ὑπόκειται
Αὐρήλιος Ὧρος Παπονθεῦτος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Παπονθεῦτι Ἀνικήτου μητρὸς Ταύριος ἀπὸ τῆς αὐτῆς πόλεως
χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ
πυροῦ γενήματος τοῦ διελθόντος δ ἔτους ἀρτάβας ἓξ ἥμισυ ἐπὶ διαφόρῳ κεφαλαίου τῶν ἴσων γείνονται ἀρτάβαι δεκατρεῖς ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραμμαι,
ἐκτείσω τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ
διάφορον τοῦ ὑπερπεσόντος χρόνου μέτρῳ παραλημπτικῷ
Νεικία ἀγορανόμου ᾧ καὶ παρείληφα, γινομένης σοι τῆς
πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ
ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ
ταῦτα ὀρθῶς καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ, Χοίακ η. Αὐρήλιος Ὧρος Παπονθεῦτος ἔσχον τὰς τοῦ
πυροῦ ἀρτάβας ἓξ ἥμισυ ἐπὶ διαφόρῳ τῶν ἴσων γείνονται ἀρτάβαι
δεκατρεῖς , καὶ ἀποδώσω μέχρι τῆς προκειμένης προθεσμίας,
μετρήσω δὲ ὡς πρόκειται. Αὐρήλιος Ἀνδρόνεικος χρηματίζων μητρὸς Φιλ[…] ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. βουλόμενοι δὲ ἀπὸ
τοῦ δισσοῦ χειρογράφου μοναχὸν ἐν δημοσίῳ γενέσθαι δίδομεν
τῇ πόλει ἕνεκα τοῦ μοναχὸν δημοσιοῦσθαι τὰς ὁρισθείσας δραχμὰς ιβ
καὶ τὸ ὑπὲρ τῆς δημοσιώσεως ὡρισμένον, καὶ ἀξιοῦμεν ἀναλαβόντας αὐτὸ παρὰ τοῦ διαπεσταλμένου ὑφʼ ἡμῶν Τιβερίου
[…]ου Διονυσίου ὑποκεχειρογραφημένον ὑπὸ αὐτοῦ περὶ τοῦ
εἶναι τὴν μετὰ τὸν χρόνον ὑπογραφὴν ἰδιόγραφον τοῦ ὑπὲρ τοῦ
Αὐρηλίου Ὥρου ἀγραμμάτου ὄντος ὑπογράψαντος Αὐρηλίου Ἀνδρονίκου συνκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι, τὸ μὲν αὐθεντικὸν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τούτου δὲ τὸ ἴσον ὑπόμνημα εἰς τὴν τοῦ Ναναίου, καὶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχείτου νομοῦ στρατηγῷ μεταδοῦναι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον
[…]άψαντι ὅπως παρασχεῖν Αὐρήλιον Ὧρον εὐδοκοῦντα τῇ
δημοσιώσει, ἵνα εἰδῇ καὶ ποιήσηταί μοι τὴν ἀπόδοσιν τῶν τοῦ
πυροῦ ἀρταβῶν ἓξ ἡμίσους καὶ τῶν τούτου διαφόρων καθὼς ἐπαγγέλλω ἢ εἰδῇ χρησόμενόν με τοῖς ἑξῆς ἁρμόζουσι περὶ ἐνεχυρασίας[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.