no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9056.
Each record below describes this same artifact or text from a different angle.
[r]
[column 1]
[…] ἑρμηνεία διαθήκης.
Γάιος Λογγῖνος Κάστωρ οὐετρανὸς ἐντίμως ἀπολυθεὶς
ἐκ κλάσσης πραιτωρίας Μισηνῶν διαθήκην ἐποίησεν.
ἐλευθέρας εἶναι κελεύω Μαρκέλλαν δούλην μου μείζονα ἐτῶν
τριάκοντα καὶ Κλεοπάτραν δούλην μου μείζονα ἐτῶν τριάκοντα
[…]ομο[…] ἐξ ἴσου μέρους ἐμοῦ κληρονόμοι
ἔστωσαν οἱ δὲ λοιποὶ πάντες ἀποκληρονόμοι μου ἔστωσαν. προσερχέσθωσανοὖν τῇ κληρονομίᾳ μου ἑκάστη ὑπὲρ τοῦ ἰδίου μέρους ὁπόταν
γνῷ καὶ δύνηται μαρτύρασθαι ἑαυτὴν ἐμοῦ κληρονόμον εἶναι, μὴ ἐξεῖναι δὲ πιπράσκειν μηδὲ ὑποτίθεσθαι. ἀλλʼ εἴ τι ἐὰν ἀνθρώπινον πάθῃ Μαρκέλλα ἡ προγεγραμμένη, τότε τὸ μέρος τῆς κληρονομίας ἑαυτῆς
πρὸς Σαραπίωνα καὶ Σωκράτην καὶ Λόγγον καταντῆσαι θέλω. ὁμοίως
Κλεοπάτραν τὸ μέρος αὐτῆς πρὸς Νεῖλον καταντῆσαι θέλω. ὃς ἐάν μου κληρονόμος γένηται, ὑπεύθυνος ἔστω δοῦναι ποιῆσαι παρασχέσθαι ταῦτα πάντα, ἃ ἐν ταύτῃ τῇ διαθήκῃ μου γεγραμμένα εἴη, τῇ τε πίστει
αὐτῆς παρακατατίθεμαι.
Σαραπιὰς δούλη μου, θυγάτηρ Κλεοπάτρας ἀπελευθέρας μου, ἐλευθέρα ἔστω
ᾗ καὶ δίδωμι καταλείπω ἀρούρας σιτικὰς πέντε, ἃς ἔχω περὶ κώμην Καρανίδα ἐν τόπῳ λεγομένῳ Στρουθῷ, ὁμοίως ἄρουραν μίαν τέταρτον
κοιλάδος, ὁμοίως τρίτον μέρος οἰκίας μου καὶ τρίτον μέρος ἐκ τῆς αὐτῆς οἰκίας, ὃ ἠγόρασα πρότερον παρὰ Ἡρᾶ Πεθεῦτος μητρὸς Θασεῦτος,
ὁμοίως τρίτον μέρος φοινικῶνος, ὃν ἔχω ἔγγιστα τῆς διώρυγος, ὃ καλεῖται
[column 2dupl]
Παλαιὰ Διῶρυξ. ἐκκομισθῆναι περισταλῆναί τε ἐμαυτὸν θέλω τῇ φροντίδι καὶ εὐσεβείᾳ
τῶν κληρονόμων μου. εἴ τι ἐὰν ἐγὼ μετὰ ταῦτα γεγραμμένον καταλείπω τῇ ἐμῇ χειρὶ γεγραμμένον
οἵῳ δήποτε τρόπῳ βέβαιόν μοι εἶναι θέλω. ταύτῃ τῇ διαθήκῃ δόλος πονηρὸς ἀπέστη. οἰκετίαν χρήματα τε τῆς διαθήκης γινομένης ἐπρίατο Ἰούλιος Πετρωνιανὸς σηστερτίου νούμμου ἑνός , ζυγοστατοῦντος Γαίου Λουκρητίου Σατορνείλου, ἐπέγνω. ἀντεμαρτύρατο Μᾶρκον Σεμπρώνιον Ἡρακλιανόν, ἐπέγνω. ἡ διαθήκη ἐγένετο ἐν κώμῃ Καρανίδι νομῷ Ἀρσινοείτῃ πρὸ ιε καλανδῶν Νοεμβριῶν δυσὶ Σιλάνοις ὑπάτοις ἔτους λ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Ἁθὺρ κα εἰ δέ
τι περισσὰ γράμματα τῇ χειρί μου γεγραμμένα καταλείπω βέβαια εἶναι θέλω.
ἠνοίγη καὶ ἀνεγνώσθη Ἀρσινοείτῃ μητροπόλει ἐν τῇ Σεβαστῇ ἀγορᾷ ἐν τῇ στατιῶνι τῆς εἰκοστῆς τῶν κληρονομιῶν καὶ ἐλευθεριῶν πρὸ θ καλανδῶν Μαρτιῶν ὑπάτοις τοῖς οὖσι, ἔτους β
Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σευήρου Περτίνακος Σεβαστοῦ Μεχεὶρ κζ. οἱ λοιποὶ σφραγισταὶ
Γάιος Λογγῖνος Ἀκύλας, ἐπέγνω, Ἰούλιος Βολύσσιος, Μᾶρκος Ἀντίστιος Πετρωνιανὸς Ἰούλιος
Γεμέλλος οὐετρανός.
ἑρμηνεία κωδικίλλων διπτύχων. Γάιος Λογγῖνος Κάστωρ οὐετρανὸς ἀπολυθεὶς ἐντίμως ἐκ κλάσσης πραιτωρίας Μισηνῶν κωδικίλλους ἐποίησα. Μᾶρκον Σεμπρώνιον Ἡρακλιανὸν φίλον καὶ ἀξιόλογον ἐποίησα ἐπίτροπον τῇ ἰδίᾳ πίστει. συνγενεῖ Ἰουλίῳ Σερήνῳ δίδωμι
καταλείπω σηστερτίους νούμμους δ. πρὸ ζ εἰδῶν Φεβραριῶν τῇ ἰδίᾳ μου χειρὶ ἔγραψα. ἐσφράγισαν Λογγῖνος Ἀκύλας καὶ Οὐαλέριος Πρίσκος· σφραγισταί Γάιος Λογγῖνος Ἀκύλας ἐπέγνω Ἰούλιος Φιλόξενος, Γάιος Λουκρήτιος Σατορνεῖλος, ἐπέγνω, Γάιος Λογγῖνος Κάστωρ, Ἰούλιος Γεμέλλος οὐετρανός. ἠνοίγησαν καὶ ἀνεγνώσθησαν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἡ διαθήκη ἐλύθη.
Γάιος Λούκιος Γεμινιανὸς νομικὸς Ῥωμαικὸς ἡρμήνευσα τὸ προκείμενον ἀντίγραφον καί ἐστιν σύμφωνον τῇ αὐθεντικῇ διαθήκῃ.
[v]
[…]Γαίου Λογγίνου ΚάστοροςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.